Τετάρτη 11 Μαρτίου 2009

Ραψωδία Α (101-120)

Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο΄ τοῖσι δ’ ἀνέστη
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἀχνύμενος΄ μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντ’, ὄσσε δὲ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην΄
Κάλχαντα πρώτιστα κάκ’ ὀσσόμενος προσέειπε΄ 105
”μάντι κακῶν, οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας΄
αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
ἐσθλὸν δ’ οὔτε τί πω εἶπας ἔπος οὔτ’ ἐτέλεσσας΄
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
ὡς δὴ τοῦδ’ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, 110
οὕνεκ’ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά’ ἄποινα
οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
οἴκοι ἔχειν΄ καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
οὐ δέμας οὐδὲ φυήν, οὔτ’ ἂρ φρένας οὔτέ τι ἔργα. 115
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ’ ἄμεινον΄
βούλομ’ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι΄
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατ’, ὄφρα μὴ οἶος
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε΄
λεύσσεται γάρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ.” 120

Ἀπόδοση
Ἔτσι ὅ γε ὣς εἶπεν κάθισε΄ ἀπ᾿ αὐτοὺς δὲ ἀνέστη
ὁ ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
θλιμμένος΄ ἀπὸ μένος δὲ μέγα οἱ φρένες ὁλόγυρα οἱ μελανὲς
γέμισαν, τὰ μάτια του δὲ μὲ πῦρ λαμπερὸ ἔμοιαζαν΄
στὸν Κάλχαντα πρώτιστα κακοβλέποντας προσέειπε΄ 105
‘’μάντι κακῶν, ἕως τώρα ποτὲ σὲ μένα τὸ εὐάρεστον εἶπες΄
πάντοτε ἀλήθεια τὰ κακὰ εἶναι ἀγαπητὰ στὶς φρένες σου νὰ μαντεύεις,
καλὸ δὲ οὔτε κάποιο ποτὲ εἶπες ἔπος οὔτε ἐτελείωσες΄
καὶ τώρα στοὺς Δαναοὺς προφητεῖες ἀγορεύεις
πὼς δὴ τούτου ἕνεκα σ᾿ αὐτοὺς ὁ ἑκηβόλος ἄλγη ἐπιφέρει, 110
ἕνεκα ἐγὼ τῆς κόρης Χρυσηΐδος τ᾿ ἀγλαὰ λύτρα
δὲν ἤθελα νὰ δεχθῶ, ἐπειδὴ πολὺ βούλομαι αὐτὴν
στὸν οἶκο νὰ ἔχω΄ γιατὶ καί ἀπὸ τὴν Κλυταιμνήστρα ἔχω προτιμήσει
τὴ νόμιμη σύζυγο, ἐπειδὴ ἐκείνης δὲν εἶναι κατώτερη,
οὔτε στὸ σῶμα οὐδὲ στὸ ἀνάστημα, οὔτε στὶς φρένες οὔτε στὰ ἔργα. 115
ἀλλὰ καὶ ὅπως ἐθέλω νὰ τὴν δώσω πάλιν, ἂν αὐτό γε καλύτερον΄
βούλομαι ἐγὼ ὁ λαὸς σῶος νὰ παραμείνει παρὰ ν᾿ ἀπολεσθεῖ΄
ἀλλὰ σὲ μένα τὸ γέρας ἀμέσως ἑτοιμάσατε, ὥστε μὴ μόνος
ἀπ᾿ τοὺς Ἀργείους χωρὶς γέρας εἶμαι, ἐπειδὴ δὲν ταιριάζει΄
γιατὶ βλέπετέ τό γε πάντες, τὸ δικό μου γέρας ἔρχεται ἀλλοῦ.’’ 120

Τετάρτη 18 Φεβρουαρίου 2009

Ραψωδία Α (92-100)

Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων΄
”οὔτ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὔδ’ ἑκατόμβης,
ἀλλ’ ἕνεκ’ ἀρητῆρος, ὃν ἠτίμησ’ Ἀγαμέμνων
οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα, 95
τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος ἠδ’ ἔτι δώσει΄
οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει,
πρὶν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
απριάτην ἀνάποινον, ἄγειν θ’ ἱερὴν ἑκατόμβην
ἐς Χρύσην΄ τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.” 100

Ἀπόδοση
Καὶ τότε δὴ θάρρεψε καὶ μίλησε ὁ μάντις ὁ ἔξοχος΄
”οὔτε λοιπὸν ὅ γε γιὰ καύχημα ἐπιμέμφεται οὔτε γιὰ ἑκατόμβη,
ἀλλὰ ἕνεκα τοῦ ἱερέως, τὸν ὁποῖον ἡτίμασεν ὁ Ἀγαμέμνων
οὔτε ἐλευθέρωσε τὴν θυγατέρα καὶ οὔτε ἀποδέχθηκε τὰ λύτρα, 95
τούτου ἕνεκα ἄρα ἄλγη ἔδωσεν ὁ ἑκηβόλος καὶ ἀκόμη θά δώσει΄
οὔτε ὅ γε πρὶν ἀπ’ τοὺς Δαναοὺς τὸν ἐπαίσχυντο λοιμὸ θ’ ἀπωθήσει,
πρίν γε στὸν πατέρα τὸν ἀγαπητὸ δώσουμε τὴν ἑλικώπιδα κόρη
ἀπλήρωτη χωρὶς λύτρα, καὶ ἄγουμε ἱερὴ ἑκατόμβη
εἰς Χρύσην΄τότε ἂν αὐτὸν μεταπείσουμε θὰ ἐξιλεωθοῦμε.” 100

Τρίτη 17 Φεβρουαρίου 2009

Ραψωδία Α (84-91)

Τὸν δ’ ἀπαμειβόμενος προσέφην πόδας ὠκὺς Ἀχιλλεύς΄
”θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα΄ 85
οὐ μὰ γὰρ Ἀπόλλωνα Διΐ φίλον, ὧ τε σύ, Κάλχαν,
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει
συμπάντων Δαναῶν, οὐδ’ ἣν Ἀγαμέμνονα εἴπῃς, 90
ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.”

Ἀπόδοση
Στὸν δὲ ἀποκρινόμενος προσεῖπεν ὁ στοὺς πόδας ταχὺς Ἀχιλλεύς΄
”θάρρεψε πολὺ καὶ εἰπὲ τὴν προφητεία ποὺ γνωρίζεις΄ 85
γιατὶ μὰ τὸν Ἀπόλλωνα τοῦ Διὸς φίλον, στὸν ὁποῖόν τε σύ, Κάλχαν,
εὐχόμενος στοὺς Δαναοὺς τὶς προφητεῖες φανερώνεις,
κανένας ὅσο ζῶ καὶ στὴν γῆ ὅσο βλέπω
σὲ σένα στὶς κοῖλες κοντὰ νῆες βαριὰ χέρια δὲν θὰ σηκώσει
ἀπ’ ὅλους τοὺς Δαναούς, οὔτε ἂν γιὰ τὸν Ἀγαμέμνομα εἴπῃς, 90
ὁ ὁποῖος τώρα πολὺ ἄριστος τῶν Ἀχαιῶν καυχᾶται πὼς εἶναι.”

Σάββατο 14 Φεβρουαρίου 2009

Ραψωδία Α (68-83)

Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο΄ τοῖσι δ’ ἀνέστη
Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ’ ἄριστος,
ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, 70
καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων΄
ὅ σφιν ἐϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν΄
”ὦ Ἀχιλεῦ, κέλεαί με, Διΐ φίλε, μυθήσασθαι
μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος΄ 75
τοὶ γὰρ ἐγὼν ἐρέω΄ σὺ δὲ σύνθεο καὶ μοι ὄμοσσον
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν΄
ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
Ἀργείων κρατέει καὶ οἱ πείθονται Ἀχαιοί΄
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ΄ 80
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
ἐν στήθεσσιν ἑοῖσι΄ σὺ δὲ φράσαι εἴ με σαώσεις.”

Ἀπόδοση
Ἔτσι ὅ γε ὣς εἶπεν κάθισε΄ ἀπ’ αὐτοὺς δὲ ἀνέστη
ὁ Κάλχας Θεστορίδης, οἰωνοσκόπων ἐξόχως ἄριστος,
ὁ ὁποῖος βλέπει τά τε παρόντα τά τε μελλούμενα τά τε παρελθόντα, 70
καὶ τῶν νηῶν ἡγήθηκε τῶν Ἀχαιῶν στὸ Ἴλιον ἔσω
διὰ τῆς μαντοσύνης του, τὴν ὁποία τοῦ πόρισε ὁ Φοῖβος Ἀπόλλων΄
αὐτὸς γι’ αὐτοὺς ἐϋφρονέων ἀγόρευσε καὶ μετέειπεν΄
” ὦ Ἀχιλεῦ, με κελεύεις, τοῦ Διὸς φίλε, νὰ μιλήσω
γιὰ τὴν μῆνιν τοῦ Ἀπόλλωνος ἑκατηβόλου ἄνακτος 75
γι’ αὐτὸν ἐγὼ θὰ μιλήσω΄ σὺ δὲ σύντρεχε καὶ σὲ μένα ὀρκίσου
ἀλήθεια μὲν ἐμένα πρόθυμα μὲ ἔπη καὶ μὲ ἔργα νὰ βοηθήσεις΄
γιατὶ ἀλήθεια νομίζω ἄνδρα θὰ χολώσω, ὁ ὁποῖος μέγα πάντων
τῶν Ἀργείων ἐπικρατεῖ καὶ σ’ αὐτὸν πείθονται οἱ Ἀχαιοί΄
γιατὶ καλύτερος βασιλεὺς ὅταν χολωθεῖ μὲ ἄνδρα χειρότερο΄ 80
ἂν πάρα πολύ τε χόλο γε καὶ αὐθημερόν χωνέψει
ἀλλά τε καὶ πίσω κρατάει τὴν ὀργή, ἑὼς ὅτου νὰ ἐκδικηθεῖ,
στὰ στήθη του΄ σὺ δὲ σκέψου ἂν με θὰ σώσεις.”

Σάββατο 7 Φεβρουαρίου 2009

Ραψωδία Α (53-67)

Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
τῇ δεκάτῃ δ’ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς΄
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη΄ 55
κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνῄσκοντας ὁρᾶτο.
οἱ δ’ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο,
τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς΄
” Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
ἄψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, 60
εἴ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς΄
ἀλλ’ ἄγε δὴ τινα μάντιν ἐρείομεν ἢ ἱερῆα,
ἢ καὶ ὀνειροπόλον, καὶ γὰρ τ' ὄναρ ἐκ Διός ἐστιν,
ὃς κ’ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
εἴτ’ ἄρ’ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται εἴθ’ ἑκατόμβης, 65
αἴ κεν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.”

Ἀπόδοση
Γιὰ ἐννέα ἡμέρες μὲν ἀνὰ στρατὸ ἐξαπέλυε βέλη θεῖα,
τὴν δεκάτη δὲ σὲ ἀγορὰ κάλεσε τὸν λαὸ ὁ Ἀχιλλεύς
γιατὶ αὐτὸ ἐπὶ τὶς φρένες τοῦ ἔθεσε ἡ θεὰ λευκώλενος Ἥρα΄ 55
γιατὶ μεριμνοῦσε γιὰ τοὺς Δαναούς, ὅτι νὰ θνήσκουν τοὺς βλέπει.
οἱ δὲ ὅταν λοιπὸν συγκεντρώθηκαν καὶ ὁμήγυρη ἔγιναν,
ἀπ’ αὐτοὺς δὲ ἀνιστάμενος εἶπε ὁ στοὺς πόδας ταχὺς Ἀχιλλεύς΄
” Ἀτρεΐδη, τώρα ἐμεῖς ὀπισθοδρομούμενοι νομίζω
πίσω νὰ ἐπιστρέψουμε στὴν πατρίδα, ἂν θάνατόν γε ἀποφύγουμε, 60
ἂν δὴ μαζὶ καὶ πόλεμος δαμάζει καὶ λοιμὸς τοὺς Ἀχαιούς΄
ἀλλ’ ἔλα δὴ κάποιον μάντη νὰ ῥωτήσουμε ἢ ἱερέα,
ἢ καὶ ὀνειροκρίτη, γιατὶ καὶ τ’ ὄνειρο ἐκ Διὸς εἶναι,
ὁ ὁποῖος νὰ μᾶς πεῖ γιατὶ τόσο χολώθηκεν ὁ Φοῖβος Ἀπόλλων,
εἴτε ἔτσι ὅ γε γιὰ καύχημα μᾶς ἐπιμέμφεται ἢ γιὰ ἑκατόμβη, 65
ἐὰν μήπως ἀρνῶν κνίσα καὶ αἰγῶν τελείων
βούλεται ἀντιστάθμισμα ἐμᾶς ἀπὸ λοιμὸ ν’ ἀποτρέψει.”

Παρασκευή 9 Ιανουαρίου 2009

Ραψωδία Α (43-52)

Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην΄ 45
ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο,
αὐτοῦ κινηθέντος΄ ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς.
ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκε΄
δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο΄
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, 50
αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
βάλλ’΄ αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.

Ἀπόδοση
Ἔτσι εἶπε εὐχόμενος, αὐτὸν δὲ ἄκουσε ὁ Φοῖβος Ἀπόλλων,
βάδισε δὲ ἀπὸ τοῦ Ὀλύμπου τὶς κορυφὲς χωλομένος στὴν καρδιά,
τόξα στοὺς ὤμους ἔχων καὶ ἀμφίκλειστη φαρέτρα΄ 45
ἔκλαγξαν δὲ τότε τὰ βέλη ἐπὶ τῶν ὤμων του χολωμένου,
καθὼς αὐτὸς κινήθηκε΄ ὁ δὲ ὅρμησε μὲ νύκτα ὅμοιος.
κάθισε ἔπειτα μακριὰ τῶν νηῶν, μετὰ δὲ βέλος ἄφησε΄
δεινὴ δὲ κλαγγὴ ἔγινε ἀπὸ τὸ ἀργυρό τόξο΄
ἡμιόνους μὲν πρῶτον τόξευε καὶ κύνες γοργούς, 50
ὅμως ἔπειτα σ’ αὐτοὺς βέλος πικρὸ ῥίχνοντας
τοὺς ἔβαλλε΄ διαρκῶς δὲ πυρὲς νεκρῶν καίγοντο πυκνές.