Παρασκευή 18 Ιουνίου 2010

Ραψωδία Α (318-325)

Ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν΄ οὐδ᾿ Ἀγαμέμνων
λῆγ᾿ ἔριδος, τὴν πρῶτον ἐπηπείλησ᾿ Ἀχιλῆϊ,
ἀλλ᾿ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, 320
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρητὼ θεράποντε΄
‘’ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος΄
χειρὸς ἑλόντ᾿ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον΄
εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἐλθὼν σὺν πλεόνεσσι΄ τό οἱ καὶ ῥίγιον ἔσται.’’ 325

Ἀπόδοση
Ἔτσι οἱ μὲν μὲ αὐτὰ ἀσχολοῦντο στὸν στρατό΄ οὐδ᾿ Ἀγαμέμνων
ἔληγε τὴν ἔριδα, αὐτὴν ποὺ πρῶτον ἀπείλησε τὸν Ἀχιλλέα,
ἀλλὰ ὅ γε στὸν Ταλθύβιόν τε καὶ στὸν Εὐρυβάτην προσέειπε, 320
οἱ ὁποίοι αὐτοὶ ἦσαν κήρυκες καὶ πρόθυμοι θεράποντες΄
‘’νὰ πᾶτε στὴν κλίνη τοῦ Πηλειάδου Ἀχιλλέως΄
ἀπ᾿ τὸ χέρι παίρνοντας ν᾿ ἄγετε τὴν Βρισηΐδα καλλιπάρῃον΄
ἂν δὲ δὲν τὴν δώσει, ἐγὼ δὲ ὁ ἴδιος θὰ τὴν πάρω
ἐλθὼν μαζὶ μὲ πολλούς΄ αὐτὸ σ᾿ αὐτὸν καὶ φοβερώτερο θὰ εἶναι.’’ 325

Τετάρτη 9 Ιουνίου 2010

Ραψωδία Α (304-317)

Ὣς τώ γ᾿ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
ἀνστήτην, λῦσαν δ᾿ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν΄ 305
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν΄
Ἀτρεΐδης δ᾿ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
ἐν δ᾿ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ᾿ ἑκατόμβην
βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον 310
εἷσεν ἄγων΄ ἐν δ᾿ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.

Οἱ μὲν ἔπειτ᾿ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
λαοὺς δ᾿ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν΄
οἱ δ᾿ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
ἕρδον δ᾿ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας 315
ταύρων ἠδ᾿ αἰγὼν παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο΄
κνίση δ᾿ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.

Ἀπόδοση
Ἔτσι αὐτοί μὲ ἐριστικὰ ἐνῶ μάχονταν ἔπη
σηκώθηκαν, λῦσαν δὲ τὴν ἀγορὰ κοντὰ στὶς νῆες τῶν Ἀχαιῶν΄ 305
ὁ Πηλεΐδης μὲν ἐπὶ κλίνη καὶ νῆες ἴσες
πῆγε μαζί μὲ τὸν Μενοιτιάδη καὶ τοὺς δικούς του ἑταίρους΄
ὁ Ἀτρεΐδης δὲ τότε νῆα γρήγορη πρὸς τὴν θάλασσα ἔσυρεν,
μέσα δὲ ἐρέτες ἐπέλεξεν εἴκοσιν, καὶ δὲ ἑκατόμβην
ἀνέβασε γιὰ τὸν θεό΄ ἐπάνω δὲ τὴν Χρυσηΐδα καλλιπάρῃον 310
κάθισεν ἄγοντας΄ μέσα δὲ ἀρχηγὸς ἀνέβη ὁ πολύμητις Ὀδυσσεύς.

Οἱ μὲν ἔπειτα ἀναβάντες ἐπέπλεον στὶς ὑγρὲς ἀτραπούς,
τοὺς λαοὺς δὲ ὁ Ἀτρεΐδης νὰ ἀπολυμανθοῦν παρακίνησεν΄
οἱ δὲ ἀπολυμαίνοντο καὶ εἰς τὴν θάλασσαν τὰ λύματα ἔβαλλαν,
προσέφεραν δὲ στὸν Ἀπόλλωνα τέλειες ἑκατόμβες 315
ταύρων καὶ αἰγὼν κοντὰ στὴν ἀκτή τῆς θαλάσσης τῆς ἀπέραντης΄
ἡ κνίση δὲ στὸν οὐρανὸν ἔφθασεν ἑλισσομένη περὶ τὸν καπνό.