Ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ 245
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτός΄
Ἀτρεΐδης δ' ἑτέρωθεν ἐμήνιε΄ τοῖσι δὲ Νέστωρ
ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητής,
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή΄
τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων 250
ἐφθίαθ᾿, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾿ ἐγένοντο
ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν΄
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν΄
"ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει΄
ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες 255
ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ,
εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι.
ἀλλὰ πίθεσθ᾿΄ ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο΄
ἤδη γάρ ποτ᾿ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν 260
ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ᾿ οἵ γ᾿ ἀθέριζον.
οὔ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
οἷον Πειρίθοόν τε Δρύαντά τε, ποιμένα λαῶν,
Καινέα τ' Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον,
Θησέα τ' Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν΄ 265
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν΄
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο,
φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν.
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών,
τηλόθεν ἐξ ἀπίης γαίης΄ καλέσαντο γὰρ αὐτοί΄ 270
καὶ μαχόμην κατ᾿ ἔμ᾿ αὐτὸν ἐγώ΄ κείνοισι δ' ἂν οὔ τις
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο΄
καὶ μὲν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ΄
ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον΄
μήτε σὺ τόνδ᾿ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, 275
ἀλλ᾿ ἔα, ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν΄
μήτε σύ, Πηλεΐδη, ἔθελ᾿ ἐριζέμεναι βασιλῆϊ
ἀντιβίην, ἐπεὶ οὔ ποθ᾿ ὁμοίης ἔμμορε τιμῆς
σκηπτοῦχος βασιλεύς, ᾦ τε Ζεὺς κῦδος ἔδωκεν.
εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δὲ σε γείνατο μήτηρ, 280
ἀλλ᾿ ὅ γε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μένος΄ αὐτὰρ ἔγωγε
λίσσομ᾿ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
Ἀπόδοση
Ἔτσι μίλησεν ὁ Πηλεΐδης, πρὸς δὲ τὸ σκῆπτρον ἔβαλλε στὴ γῆ 245
μὲ χρυσὰ καρφιὰ διαπερασμένο, κάθισε δὲ αὐτός΄
ὁ Ἀτρεΐδης δὲ ἀπ᾿ τὴν ἄλλη μαινόταν΄ ἀπ᾿ αὐτοὺς δὲ ὁ Νέστωρ
ὁ ἡδυεπὴς ὠρθώθηκε, γλυκὺς τῶν Πυλίων ἀγορητής,
αὐτοὺ καὶ ἀπ᾿ τὴν γλῶσσαν μελιοῦ γλυκὺν ἔρρεε ἡ φωνή΄
αὐτὸς δὲ ἤδη δύο μὲν γενιὲς μερόπων ἀνθρώπων 250
εἶχε δεῖ νὰ πεθαίνουν, οἱ ὁποίοι ἀπὸ πρὶν μαζὶ τράφηκαν καὶ γεννήθηκαν
στὴν Πύλο τὴν ἠγαθέη, μεταξὺ δὲ τῶν τρίτων ἄνασσεν΄
αὐτὸς γιὰ ἐκείνουν ἐϋφρονέων ἀγόρευσε καὶ μετέειπεν΄
‘’ὦ πόποι, ἀλήθεια μέγα πένθος στὴν Ἀχαϊκὴ γῆ φθάνει΄
ἀλήθεια θὰ χαιρόταν ὁ Πρίαμος καὶ τοῦ Πριάμου οἱ παῖδες 255
οἱ ἄλλοι τε Τρῶες μέγα θὰ χαίρονταν μὲ τὴν ψυχή τους,
ἂν γιὰ ἐσᾶς γι᾿ αὐτὰ ἐδῶ ὅλα μάθαιναν πὼς μαλώνεται,
οἱ ἴδιοι στὴ μὲν βουλὴ τῶν Δαναῶν, στὴν μάχη δὲ περνᾶτε.
ἀλλὰ πεισθεῖτε΄ ἀμφότεροι δὲ νεότεροι εἶστε ἀπὸ ἐμέ΄
γιατὶ ἤδη κάποτε ἐγὼ ἂν καὶ μὲ ἀρειότερους ἀπὸ ἐσᾶς 260
ἄνδρες συναναστράφηκα, καὶ οὐδέποτε με οἵ γε περιφρόνησαν.
γιατὶ δὲν ἀκόμη τέτοιους εἶδα ἄνδρες οὔτε θὰ δῶ,
ὅπως τὸν Πειρίθοόν τε Δρύαντά τε, ποιμένα λαῶν,
τὸν Καινέα τε τὸν Ἐξάδιόν τε καὶ τὸν ἰσόθεο Πολύφημο,
τὸν Θησέα τε Αἰγεΐδην, ὅμοιο μὲ τοὺς ἀθανάτους΄ 265
ἄριστοι δὴ ἐκεῖνοι τῶν ἐπιχθονίων ποὺ ἐτράφησαν ἀνδρῶν΄
κράτιστοι μὲν ἦσαν καὶ μὲ κρατίστους ἐμάχοντο,
μὲ τὰ θηρία τὰ ὀρεσίβια, καὶ θαυμασίως τὰ ἐξόντωσαν.
καὶ μὲν μ᾿ αὐτοὺς ἐγὼ συναναστράφηκα ἐκ Πύλου ἐλθών,
τηλόθεν ἀπὸ τὴν μακρινή γή΄ γιατὶ μὲ κάλεσαν αὐτοί΄ 270
καὶ μαχόμουν στὴν θέση μου ἐγώ΄ ἐκεῖνους δὲ οὔτε κάποιος
ἀπὸ τοὺς τωρινοὺς βροτοὺς ποὺ εἶναι τοὺς ἐπιχθονίους θὰ μαχόταν΄
καὶ μὲν τὶς δικές μου βουλὲς ἄκουγαν καὶ πείθοντο στὸν μῦθο΄
ἀλλὰ νὰ πείθεσθε καὶ σεῖς, ἐπειδὴ τὸ νὰ πείθεσαι καλύτερο΄
μήτε σύ ἀγαθὸς ὅπως εἶσαι ν᾿ ἀφαιρέσεις τὴν κόρη, 275
ἀλλὰ ἄφησέ την, ὥς οἱ πρῶτα δόσαν γέρας οἱ υἷες τῶν Ἀχαιῶν΄
μήτε σύ, Πηλεΐδη, νὰ θέλεις νὰ μαλώνεις μὲ τὸν βασιλιὰ
βιαίως, ἐπειδὴ δὲν ποτὲ ὁμοίης μετεῖχεν τιμῆς
σκηπτοῦχος βασιλεύς, πού τε ὁ Ζεὺς κῦδος ἔδωκεν.
ἂν δὲ σὺ ἰσχυρὸς εἶσαι, θεὰ δέ σε γέννησε μήτηρ, 280
ἀλλὰ ὅ γε καλύτερος εἶναι, ἐπειδὴ στοὺς πλείονες ἀνάσσει.
Ἀτρεΐδη, σὺ δὲ παῦε τὸ δικό σου μένος΄ πάντως ἐγὼ τουλάχιστον
παρακαλῶ τὸν Ἀχιλλέα ν᾿ ἀφήσει τὸν χόλο, ὁ ὁποῖος μέγα σὲ ὅλους
ἕρκος στοὺς Ἀχαιοὺς εἶναι στὸν κακὸ πόλεμο.’’
Παρασκευή 19 Μαρτίου 2010
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου