Πηλεΐδης δ᾿ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο΄
‘’οἰνοβαρές, κυνὸς ὄμματ᾿ ἔχων, κραδίην δ᾿ ἐλάφοιο, 225
οὔτε ποτ᾿ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
οὔτε λόχον δ᾿ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
τέτληκας θυμῷ΄τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
δῶρ᾿ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ΄ 230
δημοβόρος βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις΄
ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο.
ἀλλ᾿ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι΄
ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, 235
οὐδ᾿ ἀναθηλήσει΄ περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε
φύλλα τε καὶ φλοιόν΄ νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
πρὸς Διὸς εἰρύαται΄ ὁ δέ τοι μέγας ἔσσεται ὅρκος΄
ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν 240
σύμπαντας΄ τότε δ᾿ οὔ τι δυνήσεαι ἀχνύμενός περ
χραισμεῖν, εὖτ᾿ ἂν πολλοὶ ὑφ᾿ Ἕκτορος ἀνδροφόνοιο
θνῄσκοντες πίπτωσι΄ σὺ δ᾿ ἔνδοθι θυμὸν ἀμύξεις
χωόμενος ὅ τ᾿ ἄριστον Άχαιῶν οὐδὲν ἔτισας.’’
Ἀπόδοση
Ὁ Πηλεΐδης δὲ πάλι μὲ ὀλέθρια ἔπη
στὸν Ἀτρεΐδην προσεῖπε, καὶ δὲν ἀκόμη ἔληγε τὸν χόλο΄
‘’οἰνοβαρές, κυνὸς ὄμματ᾿ ἔχων, καρδιά δ᾿ὲ ἐλαφιοῦ, 225
οὔτε ποτὲ εἰς πόλεμο μαζὶ μὲ τὸν λαὸ θωρακίσθηκες
οὔτε σ᾿ ἐνέδρα πῆγες μαζὶ μὲ τοὺς ἀρίστους τῶν Ἀχαιῶν
ἀπὸ ἀτολμία ψυχῆς΄ τὸ δὲ ἀληθῶς μοῖρα θανάτου φαίνεται πώς εἶναι.
ἀλήθεια πολὺ καλύτερο εἶναι κατὰ τὸν εὐρὺ στρατὸν τῶν Ἀχαιῶν
δῶρα ν᾿ ἀφαιροῦνται ἀπ᾿ ὅποιον ἀπὸ σένα τὸ ἐνάντιον εἴπῃ΄ 230
δημοβόρος βασιλεύς, ἐπειδὴ σὲ οὐτιδανοὺς ἀνάσσεις΄
γιατὶ ἀλήθεια, Ἀτρεΐδη, τώρα ἡ ὕστατη προσβολή σου.
ἀλλὰ κάτι σὲ σένα θὰ πῶ καὶ ἐπὶ μέγαν ὅρκον ὀρκίζομαι΄
ναὶ μὰ τοῦτο ἐδῶ τὸ σκῆπτρο, τὸ μὲν ποτὲ φύλλα καὶ κλαδιὰ
δὲν θ᾿ ἀναπτύξει, ἐπειδὴ πρῶτα τὸν κορμό του στὰ ὄρη ἄφησε, 235
οὔτε θὰ ξανανθίσει΄ γιατὶ γύρω του εὐκόλως ὁ χαλκὸς ἔγλυψε
φύλλα τε καὶ φλοιόν΄ τώρα πάλι οἱ ἴδιοι οἱ υἱοὶ Ἀχαιῶν
στὴν παλάμη τὸ φέρουν δικαστές, οἱ ὁποίοι τε τοὺς θεσμοὺς
γιὰ τὸν Δία προστατεύουν΄ ὁ δὲ ἀλήθεια μέγας θὰ εἶναι ὅρκος΄
ἀλήθεια κάποτε γιὰ τὸν Ἀχιλλέα πόθος θὰ ἔλθει στοὺς υἱοὺς τῶν Ἀχαιῶν 240
ὅλους΄ τότε δὲ δὲ θὰ δυνηθεῖς ἂν καὶ λυπημένος
ν᾿ ἀποτρέψεις τὸν ὄλεθρο, ὅταν πολλοὶ ἀπ᾿ τὸν ἀνδροφόνο Ἕκτορα
θνήσκοντες θὰ πίπτουν΄ σὺ δὲ μέσα στὴν καρδιὰ ἀμυχὲς θὰ νιώθεις
χολωμένος πού τε τὸν ἄριστον τῶν Ἀχαιῶν οὐδὲν ἐτίμησες.’’
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου