Σάββατο 29 Νοεμβρίου 2008

Ῥαψωδία Α (22-32)

Ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα΄
ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε΄ 25
μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
νῦν δηθύνοντ’ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο΄
τὴν δ’ ἐγὼ οὐ λύσω΄ πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ, ἐν Ἄργεϊ, τηλόθι πάτρης, 30
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν΄
ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.”

Ἀπόδοση
Τότε οἱ ἄλλοι μὲν πάντες συμφώνησαν Ἀχαιοὶ
νὰ σεβασθοῦν τὸν ἱερέα καὶ τὰ λαμπρὰ νὰ δεχθοῦν λύτρα΄
ἀλλὰ στοῦ Ἀτρεΐδου Ἀγαμέμνονος δὲν ἄρεσε τὸν θυμό,
ἀλλὰ κακῶς τὸν διώχνει, μὲ κρατερὸ δὲ μῦθο ἐτελείωσε΄ 25
” μή σε, γέρο, στὶς κοῖλες ἐγὼ κοντὰ νῆες σὲ συναντήσω
ἢ τώρα νὰ χρονοτριβεῖς ἢ ὕστερα πίσω νὰ ἔρχεσαι,
μὴ τώρα δὲν σοὺ χρησιμεύσει σκῆπτρο καὶ στέμμα θεῖο΄
αὐτὴν δ’ ἐγὼ δὲν θὰ λύσω΄ πρὶν αὐτὴν καὶ γῆρας καταβάλλει
εἰς τὸν ἡμέτερον οἶκο, στὸ Ἄργος, μακριὰ ἀπ’ τὴν πατρίδα, 30
ὑφαίνουσα στὸν ἀργαλειὸ καὶ τὴ δική μου κλίνη ἀντικρύζουσα΄
ἀλλὰ φύγε, μή μ’ ἐρεθίζεις, σῶος ἄν θὲς νὰ ἐπιστρέψεις.”

Δεν υπάρχουν σχόλια: