Τετάρτη 9 Ιουνίου 2010

Ραψωδία Α (304-317)

Ὣς τώ γ᾿ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
ἀνστήτην, λῦσαν δ᾿ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν΄ 305
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν΄
Ἀτρεΐδης δ᾿ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
ἐν δ᾿ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ᾿ ἑκατόμβην
βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον 310
εἷσεν ἄγων΄ ἐν δ᾿ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.

Οἱ μὲν ἔπειτ᾿ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
λαοὺς δ᾿ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν΄
οἱ δ᾿ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
ἕρδον δ᾿ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας 315
ταύρων ἠδ᾿ αἰγὼν παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο΄
κνίση δ᾿ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.

Ἀπόδοση
Ἔτσι αὐτοί μὲ ἐριστικὰ ἐνῶ μάχονταν ἔπη
σηκώθηκαν, λῦσαν δὲ τὴν ἀγορὰ κοντὰ στὶς νῆες τῶν Ἀχαιῶν΄ 305
ὁ Πηλεΐδης μὲν ἐπὶ κλίνη καὶ νῆες ἴσες
πῆγε μαζί μὲ τὸν Μενοιτιάδη καὶ τοὺς δικούς του ἑταίρους΄
ὁ Ἀτρεΐδης δὲ τότε νῆα γρήγορη πρὸς τὴν θάλασσα ἔσυρεν,
μέσα δὲ ἐρέτες ἐπέλεξεν εἴκοσιν, καὶ δὲ ἑκατόμβην
ἀνέβασε γιὰ τὸν θεό΄ ἐπάνω δὲ τὴν Χρυσηΐδα καλλιπάρῃον 310
κάθισεν ἄγοντας΄ μέσα δὲ ἀρχηγὸς ἀνέβη ὁ πολύμητις Ὀδυσσεύς.

Οἱ μὲν ἔπειτα ἀναβάντες ἐπέπλεον στὶς ὑγρὲς ἀτραπούς,
τοὺς λαοὺς δὲ ὁ Ἀτρεΐδης νὰ ἀπολυμανθοῦν παρακίνησεν΄
οἱ δὲ ἀπολυμαίνοντο καὶ εἰς τὴν θάλασσαν τὰ λύματα ἔβαλλαν,
προσέφεραν δὲ στὸν Ἀπόλλωνα τέλειες ἑκατόμβες 315
ταύρων καὶ αἰγὼν κοντὰ στὴν ἀκτή τῆς θαλάσσης τῆς ἀπέραντης΄
ἡ κνίση δὲ στὸν οὐρανὸν ἔφθασεν ἑλισσομένη περὶ τὸν καπνό.

Δεν υπάρχουν σχόλια: