Πέμπτη 19 Μαρτίου 2009

Ραψωδία Α (121-129)

Τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς΄
Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων,
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά΄
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, 125
λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν.
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες΄ αὐτὰρ Ἀχαιοὶ
τριπλῇ τετραπλῇ τ’ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.”

Ἀπόδοση
Στὸν δὲ ἀποκρίθηκεν ἔπειτα ὁ ποδάρκης θεῖος Ἀχιλλεύς΄
‘’Ἀτρεΐδη ἐνδοξότατε, ἀπληστότατε ὅλων,
πῶς λοιπὸν σὲ σένα νὰ δώσουν γέρας οἱ μεγάθυμοι Άχαιοί;
οὔτε κάποια κάπου γνωρίζουμε κοινὴ περιουσία νὰ κείτεται πολύ΄
ἀλλὰ τὰ μὲν τῶν πόλεων ποὺ ἐκπορθήσαμε, αὐτὰ διαμοιράσθηκαν, 125
στοὺς λαοὺς δὲ δὲν ταιριάζει πάλιν ταῦτα νὰ συγκεντρώνουν.
ἀλλὰ σὺ μὲν τώρα αὐτὴν ἐδῶ γιὰ τὸν θεὸ ἄφησε΄ ἔπειτα οἱ Ἀχαιοὶ
τριπλῆ καὶ τετραπλῆ θὰ στὴν ξεπληρώσουμε, ἂν κάποτε ὁ Ζεὺς
δώσει τὴν πόλιν Τροία τὴν καλῶς ὀχυρωμένη νὰ ἐκπορθήσουμε.’’