Σάββατο 28 Μαρτίου 2009

Ραψωδία Α (130-147)

Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων΄ 130
μὴ δὴ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ,
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
ἐθέλεις, ὄφρ’ αὐτὸς ἔχῇς γέρας, αὐτὰρ ἔμ’ αὔτως
ἧσθαι δευόμενον, κέλεαι δὲ με τήνδ΄ ἀποδοῦναι;
ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί, 135
ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται΄
εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κε αὐτὸς ἕλωμαι
τεὸν Αἴαντος ἰὼν γέρας, Ὀδυσῆος
ἄξω ἑλών΄ δὲ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, 140
νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
ἐν δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ’ ἑκατόμβην
θείομεν, ἂν δ’ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
βήσομεν΄ εἷς δὲ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
Αἴας Ἰδομενεὺς δῖος Ὀδυσσεὺς 145
ἠὲ σύ, Πηλεΐδη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν,
ὄφρ’ ἡμῖν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.”

Ἀπόδοση
Στὸν δὲ ἀποκρινόμενος προσεῖπεν ὁ κρείων Ἀγαμέμνων΄ 130
‘’μὴ δὴ ἔτσι, ἀγαθὸς ἂν καὶ εἶσαι, θεόμορφε Ἀχιλλεῦ,
μ᾿ ἐξαπατήσεις μὲ τὸν νοῦ, ἐπειδὴ δὲν θὰ ὑπερτερήσεις οὔτε θὰ μὲ πείσεις.
ἀλὴθεια ἐθέλεις, ὥστε σὺ νὰ ἔχεις γέρας, ἀλλὰ ἐγὼ
νὰ κάθομαι στερούμενος, κελεύεις δέ μὲ αὐτὴν ἐδῶ νὰ ἐπιστρέψω;
ἀλλὰ ἂς δώσουν γέρας οἱ μεγάθυμοι Ἀχαιοί, 135
ἐνωμένοι στὴν ψυχή, ὅπως ἀντάξιον θὰ εἶναι΄
ἂν δὲ δὲν δώσουν, ἐγὼ δὲ μόνος μου ὁ ἴδιος θὰ τὸ πάρω
ἢ τὸ δικό σου ἢ τοῦ Αἴαντος ἐρχόμενος τὸ γέρας, ἢ τοῦ Ὀδυσσέως
θὰ φύγω παίρνοντάς το΄ ὁ δὲ βέβαια θὰ χολωθεῖ σ᾿ ὅποιον καὶ ἂν πάω.
ἀλλὰ βέβαια μὲν αὐτὰ θὰ τὰ ξανασκεφτοῦμε καὶ μετά, 140
τώρα δὲ ἔλα νῆα μέλαιναν νὰ σύρουμε στὴν θάλασσα τὴν θεϊκή,
μὲ κωπηλᾶτες ἐπιτήδειους ποὺ θὰ ἀγείρουμε, μέσα δὲ ἑκατόμβην
νὰ θέσουμε, ἄνω δὲ αὐτὴν τὴν Χρυσηΐδα καλλιπάρῃον
ν᾿ ἀνεβάσουμε΄ ἕνας δὲ κάποιος ἀρχηγὸς ἀνὴρ βουληφόρος νὰ εἶναι,
ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ θεῖος Ὀδυσσεὺς 145
ἢ ἔσύ, Πηλεΐδη, πάντων ἀνδρῶν φοβερώτατε,
ὥστε ἐμὰς στὸν ἑκάεργον νὰ ἐξιλεώσεις μὲ ἱερὲς θυσίες.’’

Πέμπτη 19 Μαρτίου 2009

Ραψωδία Α (121-129)

Τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς΄
Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων,
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά΄
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, 125
λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν.
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες΄ αὐτὰρ Ἀχαιοὶ
τριπλῇ τετραπλῇ τ’ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.”

Ἀπόδοση
Στὸν δὲ ἀποκρίθηκεν ἔπειτα ὁ ποδάρκης θεῖος Ἀχιλλεύς΄
‘’Ἀτρεΐδη ἐνδοξότατε, ἀπληστότατε ὅλων,
πῶς λοιπὸν σὲ σένα νὰ δώσουν γέρας οἱ μεγάθυμοι Άχαιοί;
οὔτε κάποια κάπου γνωρίζουμε κοινὴ περιουσία νὰ κείτεται πολύ΄
ἀλλὰ τὰ μὲν τῶν πόλεων ποὺ ἐκπορθήσαμε, αὐτὰ διαμοιράσθηκαν, 125
στοὺς λαοὺς δὲ δὲν ταιριάζει πάλιν ταῦτα νὰ συγκεντρώνουν.
ἀλλὰ σὺ μὲν τώρα αὐτὴν ἐδῶ γιὰ τὸν θεὸ ἄφησε΄ ἔπειτα οἱ Ἀχαιοὶ
τριπλῆ καὶ τετραπλῆ θὰ στὴν ξεπληρώσουμε, ἂν κάποτε ὁ Ζεὺς
δώσει τὴν πόλιν Τροία τὴν καλῶς ὀχυρωμένη νὰ ἐκπορθήσουμε.’’

Τετάρτη 11 Μαρτίου 2009

Ραψωδία Α (101-120)

Ἤτοι γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο΄ τοῖσι δ’ ἀνέστη
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἀχνύμενος΄ μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντ’, ὄσσε δὲ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην΄
Κάλχαντα πρώτιστα κάκ’ ὀσσόμενος προσέειπε΄ 105
μάντι κακῶν, οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας΄
αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
ἐσθλὸν δ’ οὔτε τί πω εἶπας ἔπος οὔτ’ ἐτέλεσσας΄
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
ὡς δὴ τοῦδ’ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, 110
οὕνεκ’ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά’ ἄποινα
οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
οἴκοι ἔχειν΄ καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
οὐ δέμας οὐδὲ φυήν, οὔτ’ ἂρ φρένας οὔτέ τι ἔργα. 115
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ’ ἄμεινον΄
βούλομ’ ἐγὼ λαὸν σῶν ἔμμεναι ἀπολέσθαι΄
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατ’, ὄφρα μὴ οἶος
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε΄
λεύσσεται γάρ τό γε πάντες, μοι γέρας ἔρχεται ἄλλῃ.” 120

Ἀπόδοση
Ἔτσι ὅ γε ὣς εἶπεν κάθισε΄ ἀπ᾿ αὐτοὺς δὲ ἀνέστη
ὁ ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
θλιμμένος΄ ἀπὸ μένος δὲ μέγα οἱ φρένες ὁλόγυρα οἱ μελανὲς
γέμισαν, τὰ μάτια του δὲ μὲ πῦρ λαμπερὸ ἔμοιαζαν΄
στὸν Κάλχαντα πρώτιστα κακοβλέποντας προσέειπε΄ 105
‘’μάντι κακῶν, ἕως τώρα ποτὲ σὲ μένα τὸ εὐάρεστον εἶπες΄
πάντοτε ἀλήθεια τὰ κακὰ εἶναι ἀγαπητὰ στὶς φρένες σου νὰ μαντεύεις,
καλὸ δὲ οὔτε κάποιο ποτὲ εἶπες ἔπος οὔτε ἐτελείωσες΄
καὶ τώρα στοὺς Δαναοὺς προφητεῖες ἀγορεύεις
πὼς δὴ τούτου ἕνεκα σ᾿ αὐτοὺς ὁ ἑκηβόλος ἄλγη ἐπιφέρει, 110
ἕνεκα ἐγὼ τῆς κόρης Χρυσηΐδος τ᾿ ἀγλαὰ λύτρα
δὲν ἤθελα νὰ δεχθῶ, ἐπειδὴ πολὺ βούλομαι αὐτὴν
στὸν οἶκο νὰ ἔχω΄ γιατὶ καί ἀπὸ τὴν Κλυταιμνήστρα ἔχω προτιμήσει
τὴ νόμιμη σύζυγο, ἐπειδὴ ἐκείνης δὲν εἶναι κατώτερη,
οὔτε στὸ σῶμα οὐδὲ στὸ ἀνάστημα, οὔτε στὶς φρένες οὔτε στὰ ἔργα. 115
ἀλλὰ καὶ ὅπως ἐθέλω νὰ τὴν δώσω πάλιν, ἂν αὐτό γε καλύτερον΄
βούλομαι ἐγὼ ὁ λαὸς σῶος νὰ παραμείνει παρὰ ν᾿ ἀπολεσθεῖ΄
ἀλλὰ σὲ μένα τὸ γέρας ἀμέσως ἑτοιμάσατε, ὥστε μὴ μόνος
ἀπ᾿ τοὺς Ἀργείους χωρὶς γέρας εἶμαι, ἐπειδὴ δὲν ταιριάζει΄
γιατὶ βλέπετέ τό γε πάντες, τὸ δικό μου γέρας ἔρχεται ἀλλοῦ.’’ 120