Πέμπτη 16 Απριλίου 2009

Ραψωδία Α (172-187)

Τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων΄
φεῦγε μάλ’, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ’ ἔγωγε
λίσσομαι εἵνεκ’ ἐμεῖο μένειν΄ πάρ’ ἔμοιγε καὶ ἄλλοι
οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. 175
ἔχθιστος δὲ μοί ἐσσι διοτρεφέων βασιλήων΄
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε΄
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ’ ἔδωκεν΄
οἴκαδ’ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω, 180
οὐδ’ ὄθομαι κοτέοντος΄ ἀπειλήσω δέ τοι ὧδε΄
ὡς ἔμ’ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
τὴν μὲν ἐγὼ σὺν νηΐ τ' ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
πέμψω, ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον
αὐτὸς ἰὼν κλισίην δε, τὸ σὸν γέρας, ὄφρ’ ἐΰ εἰδῇς 185
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.”

Ἀπόδοση
Στὸν δὲ ἀποκρίθηκεν ἔπειτα ὁ ἄναξ ἀνδρῶν Ἀγαμέμνων'
‘’φεῦγε μάλα, ἂν στὸν θυμὸ σου ὑπάρχει ἐπιθυμία, οὐδέ σε ἐγὼ βέβαια
θὰ παρακαλέσω ἕνεκα ἐμοῦ νὰ μείνεις' κοντὰ σὲ μένα δὲ καὶ ἄλλοι
οἱ ὁποίοι θά με τιμήσουν, περισσότερο δὲ ὁ πάνσοφος Ζεύς. 175
ἔχθιστος δὲ σὲ μένα εἶσαι ἀπὸ τοὺς διοτρεφεῖς βασιλεῖς΄
γιατὶ πάντοτε σὲ σένα ἡ ἔρις τε φίλη καὶ οἱ πόλεμοι καὶ οἱ μάχες΄
ἂν πολὺ καρτερὸς εἶσαι, ὁ θεὸς ποὺ σὲ σένα αὐτό γε ἔδωκεν΄
οἴκαδε πηγαίνοντας μὲ τὶς νῆές σου καὶ τοὺς δικούς σου ἑταίρους
στοὺς Μυρμιδόνες ἄνασσε, ἐσένα δὲ ἐγὼ δὲν λογαριάζω, 180
οὔτε ὑπολογίζω τὸν θυμό σου΄ θ᾿ ἀπειλήσω δὲ ἐσένα ἔτσι'
ὅπως ἐμοῦ ἀφαιρεῖ τὴν Χρυσηΐδα ὁ Φοῖβος Ἀπόλλων,
τὴν μὲν ἐγὼ μαζὶ μὲ νῆα δική μου καὶ δικούς μου ἑταίρους
θὰ πέμψω, ἐγὼ δὲ θ᾿ ἄγω τὴν Βρισηΐδα καλλιπάρῃον
ὁ ἴδιος πηγαίνοντας πρὸς τὴν κλίνη, τὸ δικό σου γέρας, γιὰ νὰ καλὰ εἰδῇς 185
πόσο καλύτερος εἶμαι ἀπὸ ἐσέ, νὰ φοβᾶται δὲ καὶ ἄλλος
σὰν ἶσος μὲ μένα νὰ μιλάει καὶ νὰ παρομοιάζεται ἔναντί μου.’’

Δεν υπάρχουν σχόλια: