Σάββατο, 25 Απριλίου 2009

Ραψωδία Α (206-214)

Τὸν δ᾿, αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη΄
"ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,
οὐρανόθεν΄ πρὸ δὲ μ᾿ ἧκε θεὰ λευκώλενος Ἥρη
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε΄
ἀλλ᾿ ἄγε λῆγ᾿ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί' 210
ἀλλ᾿ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ΄
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται΄
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
ὕβριος εἵνεκα τῆσδε΄ σὺ δ᾿ ἴσχεο, πείθεο δ᾿ ἡμῖν."

Ἀπόδοση
Στὸν δὲ, πάλιν προσέειπε ἡ θεὰ γλαυκῶπις Ἀθηνά΄
"ἦλθον ἐγὼ νὰ παύσω τὸ δικό σου μένος, ἄν σε πείσω,
οὐρανόθεν΄ μὲ προέπεμψεν δὲ ἡ θεὰ λευκώλενος Ἥρα
ἀμφοτέρους μαζὶ ἀπὸ καρδιᾶς ἀγαποῦσε τε καὶ φρόντιζε΄
ἀλλὰ ἔλα λῆγε τὴν ἔριδα, μηδὲ ξίφος νὰ ἕλξεις μὲ τὸ χέρι΄ 210
ἀλλὰ ἀλήθεια μὲ ἔπη μὲν ὀνείδισέ τον ὅπως καὶ ἂν εἶναι΄
γιατὶ τὸ ἐξῆς θὰ πῶ, τὸ δὲ καὶ τετελεσμένο θὰ εἶναι΄
καὶ κάποτε σὲ σένα τρὶς τόσα θὰ παρασχεθοῦν λαμπρὰ δῶρα
ὕβρεως ἕνεκα τούτης΄ σὺ δὲ συγκρατήσου, νὰ πεισθεῖς δὲ σὲ μᾶς.’’

Δεν υπάρχουν σχόλια: