Παρασκευή, 10 Απριλίου 2009

Ραψωδία Α (148-171)

Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς΄
μοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,
πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν 150
ὁδὸν ἐλθέμεναι ἀνδράσιν ἶφι μάχεσθαι;
οὐ γάρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον αἰχμητάων
δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν΄
οὐ γάρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
οὐδέ ποτ’ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ 155
καρπὸν ἐδηλήσαντ’, ἐπεὶ μάλα πολλὰ μεταξὺ
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα΄
ἀλλὰ σοί, μέγ’ ἀναιδές, ἅμ’ ἑσπόμεθ’, ὄφρα σὺ χαίρῃς,
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα,
πρὸς Τρώων΄ τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις΄ 160
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ’ Ἀχαιοὶ
Τρώων ἐκπέρσωσ’ εὖ ναιόμενον πτολίεθρον΄
ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο 165
χεῖρες ἐμαὶ διέπουσ’΄ ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
σοί τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ’ ὀλίγον τε φίλον τε
ἔρχομ’ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
νῦν δ’ εἶμι Φθίην δ’, ἐπεὶ πολὺ φέρτερόν ἐστιν
οἴκαδ’ ἴμεν σὺν νηυσὶ κορωνίσιν,οὐδέ σ’ ὀΐω 170
ἐνθάδ’ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.”

Ἀπόδοση
Τὸν δὲ τότε ἀγριοκοιτάζοντας προσείπεν ὁ πόδας ὠκὺς Ἀχιλλεύς΄
"ὤ μοι, μὲ ἀναίδειαν ντυμένε, κερδοσκόπε,
πῶς κάποιος στὰ δικά σου προθύμως ἔπη νὰ πεισθεῖ ἀπ᾿ τοὺς Ἀχαιοὺς 150
ἤ στὴν ἐκστρατεία νὰ πάει ἢ μὲ ἄνδρες ἰσχυρῶς νὰ μάχεται;
γιατὶ ἐγὼ τῶν Τρώων ἕνεκα δὲν ἦλθα τῶν αἰχμητάων
ἐδῶ νὰ μαχηθῶ, ἐπειδὴ σὲ κάτι γιὰ μένα αἴτιοι
δὲν εἶναι΄
γιατὶ ἕως τώρα ποτὲ ἐμὰς βόδια
δὲν πῆραν οὐδὲ μὲν ἵππους,
οὐδὲ ποτὲ στὴν Φθία τὴν εὔφορη τὴν μάνα ἡρώων 155
καρπὸν κατέστρεψαν, ἐπειδὴ εἶναι πάρα πολλὰ μεταξὺ
ὄρή τε σκιερὰ θάλασσά τε ἠχηρή΄
ἀλλὰ γιὰ σένα, ὦ μέγα ἀναιδές, συνάμα ἀκολουθοῦμε, γιὰ νὰ σὺ χαίρῃς,
τιμὴ νὰ λάβουμε γιὰ τὸν Μενέλαον καὶ γιὰ σένα, κυνῶπα,
ἀπ᾿ τοὺς Τρῶες΄ ἀπ' αὐτὰ κάτι
δὲν προσέχεις οὔτε λογαριάζεις΄ 160
καὶ δὴ τὸ δικό μου γέρας ὁ ἴδιος πὼς θ᾿ ἀφαιρέσεις ἀπειλεῖς,
γιὰ τὸ ὁποῖο πολλὰ μόχθησα, δῶσαν δὲ σὲ μένα οἱ υἱοὶ τῶν Ἀχαιῶν.
μὲ σένα μὲν ποτὲ ἴσον
δὲν θὰ ἔχω γέρας, ὅποτε οἱ Ἀχαιοὶ
τῶν Τρώων ἐκπορθήσουν τὴν εὐκατοίκητην πόλιν΄
ἀλλὰ τὸ μὲν μεγαλύτερο μέρος τοῦ σφοδροῦ πολέμου 165
ἀπ᾿ τὶς δικές μου χεῖρες διέπεται΄ ὅμως ἂν ποτὲ στὴν διανομὴ φθάσουμε,
τὸ δικὸ σου γέρας πολὺ μεῖζον, ἐγὼ δὲ ὀλίγον τε προσφιλές τε
ἔρχομαι ἔχων ἐπὶ τὶς νῆες, ἀφοῦ ἀποκάμω πολεμῶντας.
τώρα δὲ πάω στὴν Φθίαν, ἐπειδὴ ἀλήθεια πολὺ καλύτερον εἶναι
στὸν οἶκο μου νὰ πάω μὲ τὶς νῆες τὶς καμπυλωτές, οὐδέ γιὰ σὲ νομίζω 170
ἐδῶ ἄτιμος μένοντας ἀφθονία καὶ πλοῦτον νὰ σωρεύω.’’

Δεν υπάρχουν σχόλια: