Τρίτη, 21 Απριλίου 2009

Ραψωδία Α (188-205)

Ὣς φάτο΄ Πηλεΐωνι δ’ ἄχος γένετ’, ἐν δὲ οἱ ἦτορ
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 190
τοὺς μὲν ἀναστήσειεν, δ’ Ἀτρεΐδην ἐναρίζοι,
ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
ἧος ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν,
ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ’ Ἀθήνη
οὐρανόθεν΄ πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη, 195
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε΄
στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
οἴῳ φαινομένη΄ τῶν δ’ ἄλλων οὔ τις ὁρᾶτο΄
θάμβησεν δ’ Ἀχιλεύς, μετὰ δ’ ἐτράπετ᾿, αὐτίκα δ’ ἔγνω
Παλλάδ᾿ Ἀθηναίην΄ δεινὼ δὲ οἱ ὄσσε φάανθεν΄ 200
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα΄
‘’τίπτ᾿ αὖτ᾿, αἰγιόχοιο Διὸς τέκος, εἰλήλουθας;
ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
ἀλλ᾿ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω΄
ἧς ὑπεροπλίῃσι τάχ᾿ ἄν ποτε θυμὸν ὀλέσσῃ.’’ 205

Ἀπόδοση
"Ἔτσι μίλησε΄ στὸν Πηλεΐδη δὲ πόνος γεννήθηκε, μέσα δὲ ἡ καρδιὰ
στὰ στήθη τὰ δασύτριχα διχογνώμησε,
ἢ ὅ γε ξίφος ὀξὺ σύροντας ἀπ᾿ τὸν μηρὸ 190
τοὺς μὲν νὰ ξεσηκώσει, ὁ δὲ τὸν Ἀτρεΐδη νὰ φονεύσει,
ἢ τὸν χόλο νὰ παύσει νὰ συγκρατήσει τε τὸν θυμό.
ἐνῷ αὐτὸς αὐτὰ σκεπτόταν κατὰ φρένα καὶ κατὰ θυμό,
ἔλκει δὲ ἀπὸ τὴν θήκη μέγα ξίφος, ἦλθε δὲ ἡ Ἀθηνά
οὐρανόθεν΄ γιατὶ τὴν προέπεμψεν ἡ θεὰ λευκώλενος Ἥρη, 195
ἀμφοτέρους μαζὶ ἀπὸ καρδιᾶς ἀγαποῦσε τε καὶ φρόντιζε΄
ἐστάθη δὲ ὄπισθεν, τὴν ξανθὴ δὲ κόμη ἔπιασε τοῦ Πηλεΐωνα
σ᾿ αὐτὸν μόνο φαινομένη΄ ἀπ' τοὺς ἄλλους δὲ κανένας δὲν τὴν ἔβλεπε΄
θάμβησε δὲ ὁ Ἀχιλεύς, μετὰ δ' ἐστράφη, ἀμέσως δὲ ἐγνώρισε
τὴν Παλλάδα Ἀθηνᾶ΄ δεινοὶ δὲ οἱ ὀφθαλμοί του φάνταζαν΄200
καὶ αὐτὴν φωνάζοντας ἔπεα πτερωτὰ προσφώνησε΄
‘’διὰ τί πάλιν, αἰγιόχου Διὸς τέκνο, ἦλθες;
ἢ γιὰ νὰ τὴν ὕβριν δεῖς τοῦ Ἀγαμέμνονος Ἀτρεΐδου;
ἀλλὰ κάτι σὲ σένα θὰ πῶ, τὸ δὲ καὶ θὰ τελεσθεῖ νομίζω΄
ἀπ᾿ αὐτὴν τὴν ὑπεροψία ταχειὰ κάποτε τὴ ζωή του θ᾿ ἀπολέσει.
" 205

Δεν υπάρχουν σχόλια: