Τρίτη, 21 Δεκεμβρίου 2010

Ραψωδία Α (357-363)

Ὣς φάτο δάκρυ χέων, τοῦ δ᾿ ἔκλυε πότνια μήτηρ
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι΄
καρπαλίμως δ᾿ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾿ ὀμίχλη,
καί ῥα πάροιθ᾿ αὐτοῖο καθέζετο δάκρυ χέοντος, 360
χειρί τέ μιν κατέρεξεν, ἔπος τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζε΄
"τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω."

Ἀπόδοση
Ἔτσι εἶπε δάκρυ χύνοντας, αὐτὸν δὲ ἄκουσε ἡ πότνια μήτηρ
καθήμενη στὰ βάθη τῆς θαλάσσης δίπλα στὸν πατέρα γέροντα΄
ταχέως δὲ ἀνεδύθη ἀπ᾿ τὴν γαλήνια θάλασσα ὡσὰν ὀμίχλη,
καὶ τότε ἐνώπιον αὐτοῦ κάθισε ποὺ δάκρυ ἔχυνε, 360
μὲ τὸ χέρι τε αὐτὸν χάϊδεψε, ἔπος τε εἶπε ὀνομάζοντάς τον΄
"τέκνο, τὶ κλαῖς; ποιὸ δὲ στὶς φρένες σου ἦλθε πένθος;
φώναξέ το, μὴν τὸ ἀποκρύβεις, γιὰ νὰ γνωρίζουμε ἀμφότεροι."

Κυριακή, 14 Νοεμβρίου 2010

Ραψωδία Α (345-355)

Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾿ ἑταίρῳ, 345
ἐκ δ' ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
δῶκε δ' ἄγειν΄ τὼ δ' αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν΄
δ' ἀκέουσ᾿ ἅμα τοῖσι γυνὴ κίεν΄ αὐτὰρ Ἀχιλλεὺς
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
θῖν᾿ ἔφ᾿ ἁλὸς πολιῆς, ὁρόων ἐπ᾿ ἀπείρονα πόντον΄ 350
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς΄
"μῆτερ, ἐπεί μ᾿ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
τιμήν περ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
Ζεὺς ὑψιβρεμέτης΄ νῦν δ' οὐδέ με τυτθὸν ἔτεισεν΄
γὰρ μ᾿ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 355
ἠτίμησεν΄ ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας."

Ἀπόδοση
Ἔτσι εἶπε, ὁ Πάτροκλος δὲ στὸν φίλο ἑταῖρο εἶχε πεισθεῖ , 345
ἔβγαλε δὲ ἀπὸ τὴν κλίνη τὴν Βρισηΐδα καλλιπάρῃον,
ἔδωκε δὲ νὰ τὴν ἄγουν΄ αὐτοὶ δὲ πάλι πορεύθηκαν παρὰ τὶς νῆες τῶν Ἀχαιῶν΄
ἡ δὲ γυνὴ ἀκούσια μαζὶ μ᾿ αὐτοὺς πῆγε΄ ὅμως ὁ Ἀχιλλεὺς
δακρύζοντας ἀπ᾿ τοὺς ἑταίρους εὐθὺς κάθισε μακρὰν ἀποσυρόμενος,
ἐπὶ ἀκτῆς θαλάσσης γαλήνιας, θωρῶντας τὸν ἄπειρο πόντο΄ 350
πολλὰ δὲ στὴν μητέρα φίλη προσευχήθηκε τὸ χέρι ἐκτείνοντας΄
‘’μῆτερ, ἀφοῦ μ᾿ ἔτεκές γε ὀλιγόχρονος γιὰ νὰ εἶμαι,
τιμὴ τουλάχιστον γιὰ μένα ὄφειλε ὁ Ὄλύμπιος νὰ μοῦ παραχωρήσει
ὁ Ζεὺς ὑψιβρεμέτης΄ τώρα δὲ οὐδέ με ὀλίγον ἐτίμησεν΄
γιατὶ ἀλήθεια ἐμὲ ὁ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 355
ἠτίμησεν΄ γιατὶ ἀρπάζοντάς μου τὸ γέρας ἔχει, ὁ ἴδιος ἀφαιρῶντάς το.’’

Τετάρτη, 7 Ιουλίου 2010

Ραψωδία Α (326-344)

Ὣς εἰπὼν προΐει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλε΄
τὼ δ᾿ ἀέκοντε βάτην παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο,
Μυρμιδόνων δ᾿ ἐπὶ τε κλισίας καὶ νῆας ἱκέσθην.
τὸν δ᾿ εὗρον παρὰ τε κλισίῃ καὶ νηΐ μελαίνῃ
ἥμενον΄ οὐδ᾿ ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεύς. 330
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ᾿ ἐρέοντο΄
αὐτὰρ ἔγνω ἧσιν ἐνὶ φρεσὶ φώνησέν τε΄
"χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
ἆσσον ἴτ᾿΄ οὔ τί μοι ὔμμες ἐπαίτιοι, ἀλλ᾿ Ἀγαμέμνων, 335
σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
ἀλλ᾿ ἄγε, διογενὲς Πατρόκλεες, ἔξαγε κούρην
καί σφωϊν δὸς ἄγειν΄ τὼ δ᾿ αὐτὼ μάρτυροι ἔστων
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων,
καὶ πρός τοῦ βασιλῆος ἀπηνέος, εἴ ποτε δὴ αὖτε 340
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
τοῖς ἄλλοις΄ γὰρ γ᾿ ὀλοιῇσι φρεσὶ θύει,
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί."

Ἀπόδοση
Ἔτσι μιλῶντας τοὺς στέλνει, κρατερὸ δὲ μῦθο τελείωσε΄
αὐτοὶ δὲ ἀκούσια βάδισαν κοντὰ στὴν ἀκτὴ τῆς θάλασσας τῆς ἀπέραντης,
στῶν Μυρμιδόνων δὲ ἐπὶ τὶς κλίνες καὶ νῆες ἔφθασαν.
τὸν βρήκαν παρά τὴν κλίνη καὶ τὴν νῆα τὴν μέλαινα
καθήμενο΄ τότε οὔτε αὐτούς βλέποντας χάρηκε ὁ Ἀχιλλεύς. 330
αὐτοὶ μὲν αἰσθάνθηκαν φόβο καὶ αἰδὼ γιὰ τὸν βασιλιὰ
στάθηκαν, χωρὶς κάτι σ᾿ αὐτὸν νὰ προσφωνήσουν οὔτε νὰ ῥωτήσουν΄
ὅμως αὐτὸς γνώρισε τὶ εἶχαν στὶς φρένες καὶ φώναξε΄
‘’χαίρετε, κήρυκες, τοῦ Διὸς ἄγγελοι ἀλλὰ καὶ τῶν ἀνδρῶν,
πιὸ κοντὰ ἐλᾶτε΄ δὲν εἶστε σὲ μένα ἐσεῖς ὑπαίτιοι, ἀλλ᾿ὰ ὁ Ἀγαμέμνων, 335
ὁ ὁποῖος ἐσᾶς στέλνει ἕνεκα τῆς Βρισηΐδος κόρης.
ἀλλ᾿ ἔλα, διογενὲς Πάτροκλε, ἔξαγε τὴν κόρη
καὶ σ᾿ αὐτοὺς δώσε νὰ τὴν ἄγουν΄ αὐτοὶ δὲ σ᾿ αὐτὸ μάρτυρες νὰ εἶναι
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων,
καὶ πρὸς τοῦ βασιλέως τοῦ σκληροῦ, ἄν ποτε δὴ πάλι 340
ἀνάγκη δική μου ὑπάρξει ὰπ᾿ τὸν παράλογο ὄλεθρο νὰ προστατέψω
τοὺς ἄλλους΄ γιατὶ ἀλήθεια αὐτὸς ἀπόλλεσε τὶς φρένες του μαινόμενος,
οὐδὲ κάτι νὰ δεῖ γνωρίζει συνάμα πρόσσω καὶ ὀπίσω,
πῶς δίπλα στὶς νῆες σώοι νὰ μάχονται οἱ Ἀχαιοί."

Παρασκευή, 18 Ιουνίου 2010

Ραψωδία Α (318-325)

Ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν΄ οὐδ᾿ Ἀγαμέμνων
λῆγ᾿ ἔριδος, τὴν πρῶτον ἐπηπείλησ᾿ Ἀχιλῆϊ,
ἀλλ᾿ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, 320
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρητὼ θεράποντε΄
‘’ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος΄
χειρὸς ἑλόντ᾿ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον΄
εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἐλθὼν σὺν πλεόνεσσι΄ τό οἱ καὶ ῥίγιον ἔσται.’’ 325

Ἀπόδοση
Ἔτσι οἱ μὲν μὲ αὐτὰ ἀσχολοῦντο στὸν στρατό΄ οὐδ᾿ Ἀγαμέμνων
ἔληγε τὴν ἔριδα, αὐτὴν ποὺ πρῶτον ἀπείλησε τὸν Ἀχιλλέα,
ἀλλὰ ὅ γε στὸν Ταλθύβιόν τε καὶ στὸν Εὐρυβάτην προσέειπε, 320
οἱ ὁποίοι αὐτοὶ ἦσαν κήρυκες καὶ πρόθυμοι θεράποντες΄
‘’νὰ πᾶτε στὴν κλίνη τοῦ Πηλειάδου Ἀχιλλέως΄
ἀπ᾿ τὸ χέρι παίρνοντας ν᾿ ἄγετε τὴν Βρισηΐδα καλλιπάρῃον΄
ἂν δὲ δὲν τὴν δώσει, ἐγὼ δὲ ὁ ἴδιος θὰ τὴν πάρω
ἐλθὼν μαζὶ μὲ πολλούς΄ αὐτὸ σ᾿ αὐτὸν καὶ φοβερώτερο θὰ εἶναι.’’ 325

Τετάρτη, 9 Ιουνίου 2010

Ραψωδία Α (304-317)

Ὣς τώ γ᾿ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
ἀνστήτην, λῦσαν δ᾿ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν΄ 305
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν΄
Ἀτρεΐδης δ᾿ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
ἐν δ᾿ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ᾿ ἑκατόμβην
βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον 310
εἷσεν ἄγων΄ ἐν δ᾿ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.

Οἱ μὲν ἔπειτ᾿ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
λαοὺς δ᾿ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν΄
οἱ δ᾿ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
ἕρδον δ᾿ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας 315
ταύρων ἠδ᾿ αἰγὼν παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο΄
κνίση δ᾿ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.

Ἀπόδοση
Ἔτσι αὐτοί μὲ ἐριστικὰ ἐνῶ μάχονταν ἔπη
σηκώθηκαν, λῦσαν δὲ τὴν ἀγορὰ κοντὰ στὶς νῆες τῶν Ἀχαιῶν΄ 305
ὁ Πηλεΐδης μὲν ἐπὶ κλίνη καὶ νῆες ἴσες
πῆγε μαζί μὲ τὸν Μενοιτιάδη καὶ τοὺς δικούς του ἑταίρους΄
ὁ Ἀτρεΐδης δὲ τότε νῆα γρήγορη πρὸς τὴν θάλασσα ἔσυρεν,
μέσα δὲ ἐρέτες ἐπέλεξεν εἴκοσιν, καὶ δὲ ἑκατόμβην
ἀνέβασε γιὰ τὸν θεό΄ ἐπάνω δὲ τὴν Χρυσηΐδα καλλιπάρῃον 310
κάθισεν ἄγοντας΄ μέσα δὲ ἀρχηγὸς ἀνέβη ὁ πολύμητις Ὀδυσσεύς.

Οἱ μὲν ἔπειτα ἀναβάντες ἐπέπλεον στὶς ὑγρὲς ἀτραπούς,
τοὺς λαοὺς δὲ ὁ Ἀτρεΐδης νὰ ἀπολυμανθοῦν παρακίνησεν΄
οἱ δὲ ἀπολυμαίνοντο καὶ εἰς τὴν θάλασσαν τὰ λύματα ἔβαλλαν,
προσέφεραν δὲ στὸν Ἀπόλλωνα τέλειες ἑκατόμβες 315
ταύρων καὶ αἰγὼν κοντὰ στὴν ἀκτή τῆς θαλάσσης τῆς ἀπέραντης΄
ἡ κνίση δὲ στὸν οὐρανὸν ἔφθασεν ἑλισσομένη περὶ τὸν καπνό.

Παρασκευή, 26 Μαρτίου 2010

Ραψωδία (292-303)

Τὸν δ᾿ ἄρ᾿ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς΄
" γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην, εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττι κεν εἴπῃς΄
ἄλλοισιν δὴ ταῦτ᾿ ἐπιτέλλεο, μὴ γάρ ἔμοιγε 295
σήμαιν᾿΄ οὐ γάρ ἔγωγ᾿ ἔτι σοὶ πείσεσθαι ὀΐω.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾿ ἐνὶ φρεσὶ βάλλεο σῇσι΄
χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
οὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐπεί μ᾿ ἀφέλεσθέ γε δόντες΄
τῶν δ᾿ ἄλλων μοί ἐστι θοῇ παρὰ νηΐ μελαίνῃ, 300
τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο΄
εἰ δ᾿ ἄγε μὴν πείρησαι, ἵνα γνώωσι καὶ τοι΄
αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί."

Ἀπόδοση

Σ᾿ αὐτὸν δὲ τότε παρεμβλητικὰ ἀποκρίθηκε ὁ θεϊκὸς Ἀχιλλεύς΄
"ἀλὴθεια καὶ δειλὸ καὶ οὐτιδανὸ θὰ μ᾿ ἀποκαλοῦσαν,
ἂν δὴ σὲ πᾶν ἔργο σου ὑποτάσσωμαι, ὅ,τι καὶ ἂν πεῖς
σὲ ἄλλους δὴ ταῦτα διέταζε, μὴ γὰρ ἐμένα 295
διατάζεις΄ γιατὶ δὲν ἐγὼ βεβαίως σὲ σένα θὰ πείθομαι νομίζω.
ἄλλο δὲ σὲ σένα θὰ πῶ, σὺ δὲ στὶς φρένες βάλε το τὶς δικές σου΄
στὰ χέρια μὲν δὲν γι᾿ αὐτὸ ἐγὼ βέβαια θὰ μαχηθῶ ἕνεκα τῆς κόρης
οὔτε μὲ σένα οὔτε μὲ ἄλλον, ἐπειδὴ μὲν τὴν ἀφαιρέσατέ γε δίδοντάς την΄
τῶν δὲ ἄλλων αὐτὰ ποὺ δικά μου εἶναι κοντὰ στὴν γρήγορη μέλαινα νῆα 300
αὐτῶν δὲν θ᾿ ἀρπάξεις κάτι καταστροφέα χωρὶς τὴν θέλησή μου΄
ἂν δὲ (τὸ κάνεις) ἐμπρὸς ἀληθῶς ἐπιχείρησέ το, γιὰ νὰ δοῦν καὶ αὐτοὶ ἐδῶ΄
ταχέως τὸ δικό σου αἷμα τὸ μελανὸ θὰ ῥεύσει γύρω στὸ δόρυ."

Τετάρτη, 24 Μαρτίου 2010

Ραψωδία (285-291)

Τὸν δ᾿ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων΄ 285
"ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες΄
ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ᾿ ἀνάσσειν,
πᾶσι δὲ σημαίνειν, τιν᾿ οὐ πείσεσθαι ὀΐω΄
εἰ δὲ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες, 290
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;"

Ἀπόδοση

Στὸν δὲ ἀποκρινόμενος εἶπε ὁ κρείων Ἀγαμέμνων΄ 285
‘’ναὶ δὴ ταῦτά γε ὅλα, γέρον, ὀρθῶς τὰ εἴπες΄
ἀλλὰ αὐτὸς ἐδῶ ἐθέλει ὑπεράνω πάντων νὰ εἶναι τῶν ἄλλων,
ἀπ᾿ ὅλους μὲν νὰ ἐπικρατεῖ ἐθέλει, ὅλους δὲ ν᾿ ἀνάσσει,
σ᾿ ὅλους δὲ νὰ δίνει διαταγές, στὰ ὁποία δὲν νομίζω νὰ πεισθοῦν
ἂν δὲ αὐτὸν αἰχμητὴ ἔθεσαν οἱ θεοὶ ποὺ αἰώνιοι εἶναι, 290
τούτου ἕνεκα αὐτοὶ τὸν ἔκαναν πρόθυμο ὀνειδισμοὺς νὰ λέει;’’

Παρασκευή, 19 Μαρτίου 2010

Ραψωδία Α (245-284)

Ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ 245
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτός΄
Ἀτρεΐδης δ' ἑτέρωθεν ἐμήνιε΄ τοῖσι δὲ Νέστωρ
ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητής,
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή΄
τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων 250
ἐφθίαθ᾿, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾿ ἐγένοντο
ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν΄
σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν΄
" πόποι, μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει΄
κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες 255
ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ,
εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι.
ἀλλὰ πίθεσθ᾿΄ ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο΄
ἤδη γάρ ποτ᾿ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν 260
ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ᾿ οἵ γ᾿ ἀθέριζον.
οὔ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
οἷον Πειρίθοόν τε Δρύαντά τε, ποιμένα λαῶν,
Καινέα τ' Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον,
Θησέα τ' Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν΄ 265
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν΄
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο,
φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν.
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών,
τηλόθεν ἐξ ἀπίης γαίης΄ καλέσαντο γὰρ αὐτοί΄ 270
καὶ μαχόμην κατ᾿ ἔμ᾿ αὐτὸν ἐγώ΄ κείνοισι δ' ἂν οὔ τις
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο΄
καὶ μὲν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ΄
ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον΄
μήτε σὺ τόνδ᾿ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, 275
ἀλλ᾿ ἔα, ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν΄
μήτε σύ, Πηλεΐδη, ἔθελ᾿ ἐριζέμεναι βασιλῆϊ
ἀντιβίην, ἐπεὶ οὔ ποθ᾿ ὁμοίης ἔμμορε τιμῆς
σκηπτοῦχος βασιλεύς, τε Ζεὺς κῦδος ἔδωκεν.
εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δὲ σε γείνατο μήτηρ, 280
ἀλλ᾿ γε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μένος΄ αὐτὰρ ἔγωγε
λίσσομ᾿ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.

Ἀπόδοση

Ἔτσι μίλησεν ὁ Πηλεΐδης, πρὸς δὲ τὸ σκῆπτρον ἔβαλλε στὴ γῆ 245
μὲ χρυσὰ καρφιὰ διαπερασμένο, κάθισε δὲ αὐτός΄
ὁ Ἀτρεΐδης δὲ ἀπ᾿ τὴν ἄλλη μαινόταν΄ ἀπ᾿ αὐτοὺς δὲ ὁ Νέστωρ
ὁ ἡδυεπὴς ὠρθώθηκε, γλυκὺς τῶν Πυλίων ἀγορητής,
αὐτοὺ καὶ ἀπ᾿ τὴν γλῶσσαν μελιοῦ γλυκὺν ἔρρεε ἡ φωνή΄
αὐτὸς δὲ ἤδη δύο μὲν γενιὲς μερόπων ἀνθρώπων 250
εἶχε δεῖ νὰ πεθαίνουν, οἱ ὁποίοι ἀπὸ πρὶν μαζὶ τράφηκαν καὶ γεννήθηκαν
στὴν Πύλο τὴν ἠγαθέη, μεταξὺ δὲ τῶν τρίτων ἄνασσεν΄
αὐτὸς γιὰ ἐκείνουν ἐϋφρονέων ἀγόρευσε καὶ μετέειπεν΄
‘’ὦ πόποι, ἀλήθεια μέγα πένθος στὴν Ἀχαϊκὴ γῆ φθάνει΄
ἀλήθεια θὰ χαιρόταν ὁ Πρίαμος καὶ τοῦ Πριάμου οἱ παῖδες 255
οἱ ἄλλοι τε Τρῶες μέγα θὰ χαίρονταν μὲ τὴν ψυχή τους,
ἂν γιὰ ἐσᾶς γι᾿ αὐτὰ ἐδῶ ὅλα μάθαιναν πὼς μαλώνεται,
οἱ ἴδιοι στὴ μὲν βουλὴ τῶν Δαναῶν, στὴν μάχη δὲ περνᾶτε.
ἀλλὰ πεισθεῖτε΄ ἀμφότεροι δὲ νεότεροι εἶστε ἀπὸ ἐμέ΄
γιατὶ ἤδη κάποτε ἐγὼ ἂν καὶ μὲ ἀρειότερους ἀπὸ ἐσᾶς 260
ἄνδρες συναναστράφηκα, καὶ οὐδέποτε με οἵ γε περιφρόνησαν.
γιατὶ δὲν ἀκόμη τέτοιους εἶδα ἄνδρες οὔτε θὰ δῶ,
ὅπως τὸν Πειρίθοόν τε Δρύαντά τε, ποιμένα λαῶν,
τὸν Καινέα τε τὸν Ἐξάδιόν τε καὶ τὸν ἰσόθεο Πολύφημο,
τὸν Θησέα τε Αἰγεΐδην, ὅμοιο μὲ τοὺς ἀθανάτους΄ 265
ἄριστοι δὴ ἐκεῖνοι τῶν ἐπιχθονίων ποὺ ἐτράφησαν ἀνδρῶν΄
κράτιστοι μὲν ἦσαν καὶ μὲ κρατίστους ἐμάχοντο,
μὲ τὰ θηρία τὰ ὀρεσίβια, καὶ θαυμασίως τὰ ἐξόντωσαν.
καὶ μὲν μ᾿ αὐτοὺς ἐγὼ συναναστράφηκα ἐκ Πύλου ἐλθών,
τηλόθεν ἀπὸ τὴν μακρινή γή΄ γιατὶ μὲ κάλεσαν αὐτοί΄ 270
καὶ μαχόμουν στὴν θέση μου ἐγώ΄ ἐκεῖνους δὲ οὔτε κάποιος
ἀπὸ τοὺς τωρινοὺς βροτοὺς ποὺ εἶναι τοὺς ἐπιχθονίους θὰ μαχόταν΄
καὶ μὲν τὶς δικές μου βουλὲς ἄκουγαν καὶ πείθοντο στὸν μῦθο΄
ἀλλὰ νὰ πείθεσθε καὶ σεῖς, ἐπειδὴ τὸ νὰ πείθεσαι καλύτερο΄
μήτε σύ ἀγαθὸς ὅπως εἶσαι ν᾿ ἀφαιρέσεις τὴν κόρη, 275
ἀλλὰ ἄφησέ την, ὥς οἱ πρῶτα δόσαν γέρας οἱ υἷες τῶν Ἀχαιῶν΄
μήτε σύ, Πηλεΐδη, νὰ θέλεις νὰ μαλώνεις μὲ τὸν βασιλιὰ
βιαίως, ἐπειδὴ δὲν ποτὲ ὁμοίης μετεῖχεν τιμῆς
σκηπτοῦχος βασιλεύς, πού τε ὁ Ζεὺς κῦδος ἔδωκεν.
ἂν δὲ σὺ ἰσχυρὸς εἶσαι, θεὰ δέ σε γέννησε μήτηρ, 280
ἀλλὰ ὅ γε καλύτερος εἶναι, ἐπειδὴ στοὺς πλείονες ἀνάσσει.
Ἀτρεΐδη, σὺ δὲ παῦε τὸ δικό σου μένος΄ πάντως ἐγὼ τουλάχιστον
παρακαλῶ τὸν Ἀχιλλέα ν᾿ ἀφήσει τὸν χόλο, ὁ ὁποῖος μέγα σὲ ὅλους
ἕρκος στοὺς Ἀχαιοὺς εἶναι στὸν κακὸ πόλεμο.’’