Παρασκευή, 9 Ιανουαρίου 2009

Ραψωδία Α (43-52)

Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην΄ 45
ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο,
αὐτοῦ κινηθέντος΄ δ’ ἤϊε νυκτὶ ἐοικώς.
ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκε΄
δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο΄
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, 50
αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
βάλλ’΄ αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.

Ἀπόδοση
Ἔτσι εἶπε εὐχόμενος, αὐτὸν δὲ ἄκουσε ὁ Φοῖβος Ἀπόλλων,
βάδισε δὲ ἀπὸ τοῦ Ὀλύμπου τὶς κορυφὲς χωλομένος στὴν καρδιά,
τόξα στοὺς ὤμους ἔχων καὶ ἀμφίκλειστη φαρέτρα΄ 45
ἔκλαγξαν δὲ τότε τὰ βέλη ἐπὶ τῶν ὤμων του χολωμένου,
καθὼς αὐτὸς κινήθηκε΄ ὁ δὲ ὅρμησε μὲ νύκτα ὅμοιος.
κάθισε ἔπειτα μακριὰ τῶν νηῶν, μετὰ δὲ βέλος ἄφησε΄
δεινὴ δὲ κλαγγὴ ἔγινε ἀπὸ τὸ ἀργυρό τόξο΄
ἡμιόνους μὲν πρῶτον τόξευε καὶ κύνες γοργούς, 50
ὅμως ἔπειτα σ’ αὐτοὺς βέλος πικρὸ ῥίχνοντας
τοὺς ἔβαλλε΄ διαρκῶς δὲ πυρὲς νεκρῶν καίγοντο πυκνές.

2 σχόλια:

Ανώνυμος είπε...

Ἔχει ὄμορφες λέξεις ὁ Ὅμηρος. Μακάρι νὰ ἐπανεισέλθουν στὸ λεξιλόγιό μας.

Ἀριστοκλῆς

kalliopi είπε...

πράγματι...