Σάββατο, 29 Νοεμβρίου 2008

Ῥαψωδία Α (22-32)

Ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα΄
ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε΄ 25
μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
νῦν δηθύνοντ’ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο΄
τὴν δ’ ἐγὼ οὐ λύσω΄ πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ, ἐν Ἄργεϊ, τηλόθι πάτρης, 30
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν΄
ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.”

Ἀπόδοση
Τότε οἱ ἄλλοι μὲν πάντες συμφώνησαν Ἀχαιοὶ
νὰ σεβασθοῦν τὸν ἱερέα καὶ τὰ λαμπρὰ νὰ δεχθοῦν λύτρα΄
ἀλλὰ στοῦ Ἀτρεΐδου Ἀγαμέμνονος δὲν ἄρεσε τὸν θυμό,
ἀλλὰ κακῶς τὸν διώχνει, μὲ κρατερὸ δὲ μῦθο ἐτελείωσε΄ 25
” μή σε, γέρο, στὶς κοῖλες ἐγὼ κοντὰ νῆες σὲ συναντήσω
ἢ τώρα νὰ χρονοτριβεῖς ἢ ὕστερα πίσω νὰ ἔρχεσαι,
μὴ τώρα δὲν σοὺ χρησιμεύσει σκῆπτρο καὶ στέμμα θεῖο΄
αὐτὴν δ’ ἐγὼ δὲν θὰ λύσω΄ πρὶν αὐτὴν καὶ γῆρας καταβάλλει
εἰς τὸν ἡμέτερον οἶκο, στὸ Ἄργος, μακριὰ ἀπ’ τὴν πατρίδα, 30
ὑφαίνουσα στὸν ἀργαλειὸ καὶ τὴ δική μου κλίνη ἀντικρύζουσα΄
ἀλλὰ φύγε, μή μ’ ἐρεθίζεις, σῶος ἄν θὲς νὰ ἐπιστρέψεις.”

Τετάρτη, 26 Νοεμβρίου 2008

Ῥαψωδία Α (17-21)

"Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ’ οἴκαδ’ ἱκέσθαι΄
παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην, τὰ δ’ ἄποινα δέχεσθαι, 20
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα."

Ἀπόδοση
"Ἀτρεΐδες τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
σ’ ἐσᾶς μὲν θεοὶ νὰ ἔδιναν οἱ τὰ Ὀλύμπια δώματα ἔχοντες
νὰ ἐκπορθήσεται τοῦ Πριάμου τὴν πόλη, καλῶς δὲ στὸν οἶκο νὰ φθάσετε΄
τὴν παῖδα δέ νὰ μου λύσετε τὴν ἀγαπητή, τὰ δὲ λύτρα νὰ δεχθεῖτε, 20
σεβόμενοι τοῦ Διὸς τὸν γιὸ τόν ἑκηβόλον Ἀπόλλωνα."

Σάββατο, 22 Νοεμβρίου 2008

Ραψωδία Α (8-16)

Τίς τ’ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι ;
Λητοῦς καὶ Διὸς υἱός΄ γὰρ βασιλῆϊ χολωθεὶς
νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί, 10
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης΄ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα,
στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, 15
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν΄

Ἀπόδοση
Ποιός ἄραγε αὐτοὺς θεὸς σ’ ἔριδα συνέβαλε νὰ μάχονται;
τῆς Λητοῦς καὶ τοῦ Διὸς ὁ γιός΄ γιατὶ αὐτὸς μὲ τὸν βασιλιὰ χολωθεὶς
νόσον ἀνὰ τὸν στρατὸ ὤρθωσε κακή, χάνονταν δὲ οἱ λαοί, 10
ἕνεκα τὸν Χρύση ἀτίμασε τὸν ἱερέα
ὁ Ἀτρεΐδης΄ γιατὶ αὐτὸς ἦλθε ἐπὶ τὶς ταχεὶς νῆες τῶν Ἀχαιῶν
γιὰ νὰ λύσει τε τὴν θυγατέρα του φέρνοντας τε ἄπειρα λύτρα,
τὰ στέμματα ἔχοντας στὰ χέρια τοῦ ἑκηβόλου Ἀπόλλωνος
ἀνὰ χρυσὸ σκῆπτρο, καὶ παρακαλοῦσε πάντες τοὺς Ἀχαιούς, 15
τοὺς Ἀτρεΐδες δὲ περισσότερο τοὺς δύο, κοσμήτορες λαῶν΄

Πέμπτη, 6 Νοεμβρίου 2008

Ραψωδία Α (1-7)

Μήνιν ᾄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος
οὐλομένην, μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε,
πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι, Διὸς δ’ ἐτελείετο βουλή, 5
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.

Ἀπόδοση
Τὴν μήνιν τραγούδησε, θεά, τοῦ Πηλειάδου Ἀχιλλέως
τὴν ὀλέθρια, ἡ ὁποία μύρια στοὺς Ἀχαιοὺς ἄλγη ἔθεσε,
πολλὲς δὲ γενναίες ψυχὲς στὸν Ἄδη ἔπεμψε
ἡρώων, αὐτοὺς δὲ λεία ἔκανε στοὺς κύνες
καὶ στοὺς πάντες οἰωνούς, τοῦ Διὸς δ’ ἐτελείωσε ἡ βουλή, 5
ἀπὸ τότε ποὺ γι’ αὐτὸ πρῶτα διαχωρήστηκαν καὶ μάλωσαν
ὁ Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ ὁ θεῖος Ἀχιλλεύς.