Κυριακή, 14 Νοεμβρίου 2010

Ραψωδία Α (345-355)

Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾿ ἑταίρῳ, 345
ἐκ δ' ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
δῶκε δ' ἄγειν΄ τὼ δ' αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν΄
δ' ἀκέουσ᾿ ἅμα τοῖσι γυνὴ κίεν΄ αὐτὰρ Ἀχιλλεὺς
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
θῖν᾿ ἔφ᾿ ἁλὸς πολιῆς, ὁρόων ἐπ᾿ ἀπείρονα πόντον΄ 350
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς΄
"μῆτερ, ἐπεί μ᾿ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
τιμήν περ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
Ζεὺς ὑψιβρεμέτης΄ νῦν δ' οὐδέ με τυτθὸν ἔτεισεν΄
γὰρ μ᾿ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 355
ἠτίμησεν΄ ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας."

Ἀπόδοση
Ἔτσι εἶπε, ὁ Πάτροκλος δὲ στὸν φίλο ἑταῖρο εἶχε πεισθεῖ , 345
ἔβγαλε δὲ ἀπὸ τὴν κλίνη τὴν Βρισηΐδα καλλιπάρῃον,
ἔδωκε δὲ νὰ τὴν ἄγουν΄ αὐτοὶ δὲ πάλι πορεύθηκαν παρὰ τὶς νῆες τῶν Ἀχαιῶν΄
ἡ δὲ γυνὴ ἀκούσια μαζὶ μ᾿ αὐτοὺς πῆγε΄ ὅμως ὁ Ἀχιλλεὺς
δακρύζοντας ἀπ᾿ τοὺς ἑταίρους εὐθὺς κάθισε μακρὰν ἀποσυρόμενος,
ἐπὶ ἀκτῆς θαλάσσης γαλήνιας, θωρῶντας τὸν ἄπειρο πόντο΄ 350
πολλὰ δὲ στὴν μητέρα φίλη προσευχήθηκε τὸ χέρι ἐκτείνοντας΄
‘’μῆτερ, ἀφοῦ μ᾿ ἔτεκές γε ὀλιγόχρονος γιὰ νὰ εἶμαι,
τιμὴ τουλάχιστον γιὰ μένα ὄφειλε ὁ Ὄλύμπιος νὰ μοῦ παραχωρήσει
ὁ Ζεὺς ὑψιβρεμέτης΄ τώρα δὲ οὐδέ με ὀλίγον ἐτίμησεν΄
γιατὶ ἀλήθεια ἐμὲ ὁ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 355
ἠτίμησεν΄ γιατὶ ἀρπάζοντάς μου τὸ γέρας ἔχει, ὁ ἴδιος ἀφαιρῶντάς το.’’