Τετάρτη, 2 Μαρτίου 2011

Ραψωδία Α (364-412)

τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
οἶσθα τί τοι ταῦτα ἰδυίῃ πάντ᾽ ἀγορεύω ; 365
ᾠχόμεθ᾽ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα :
καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
ἐκ δ᾽ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
Χρύσης δ᾽ αὖθ᾽ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος 370
ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα ,
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Ἀχαιούς ,
Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. 375
Ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα ΄
ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ ,
ἀλλὰ κακῶς ἀφίει , κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε ΄
χωόμενος δ᾽ γέρων πάλιν ᾤχετο: τοῖο δ᾽ Ἀπόλλων 380
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
ἧκε δ᾽ ἐπ᾽ Ἀργείοισι κακὸν βέλος: οἳ δέ νυ λαοὶ
θνῇσκον ἐπασσύτεροι, τὰ δ᾽ ἐπῴχετο κῆλα θεοῖο
πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν: ἄμμι δὲ μάντις
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. 385
αὐτίκ᾽ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι:
Ἀτρεΐωνα δ᾽ ἔπειτα χόλος λάβεν, αἶψα δ᾽ ἀναστὰς
ἠπείλησεν μῦθον δὴ τετελεσμένος ἐστί:
τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι: 390
τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος:
ἐλθοῦσ᾽ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι
ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. 395
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
εὐχομένης ὅτ᾽ ἔφησθα κελαινεφέϊ Κρονίωνι
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
Ἥρη τ᾽ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη: 400
ἀλλὰ σὺ τόν γ᾽ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,
ὦχ᾽ ἑκατόγχειρον καλέσασ᾽ ἐς μακρὸν Ὄλυμπον,
ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
Αἰγαίων᾽, γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων:
ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων: 405
τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ᾽ ἔτ᾽ ἔδησαν.
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ᾽ ἅλα ἔλσαι Ἀχαιοὺς
κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, 410
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἣν ἄτην τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.

Ἀπόδοση
Στὴν δὲ βαρυστενάζων προσεῖπεν ὁ στὰ πόδια ταχὺς Ἀχιλλεύς΄
‘’γνωρίζεις΄ τί σὲ σένα γι᾿ αὐτὰ ποὺ γνωρίζεις ὅλα ν᾿ ἀγορεύω; 365
πήγαμε εἰς Θήβαν, τὴν ἱερὴν πόλιν τοῦ Ἠετίωνος,
τὴν δὲ ἐκπορθήσαμέν τε καὶ φέραμεν ἐδῶ τὰ πάντα΄
καὶ τὰ μὲν καλὰ διαμοίρασαν μεταξύ τους οἱ γιοὶ τῶν Ἀχαιῶν,
γιὰ τὸν δὲ διάλεξαν Ἀτρεΐδην τὴν Χρυσηΐδα καλλιπάρῃον,
ὁ Χρύσης δὲ εὐθὺς ὁ ἱερεὺς τοῦ ἑκατηβόλου Ἀπόλλωνος 370
ἦλθε ἐπὶ τὶς γρήγορες νῆες τῶν Ἀχαιῶν χαλκοχιτώνων
νὰ λύσει τε τὴν θυγατέρα του φέρνοντας τε ἄπειρα λύτρα,
στέμματα ἔχων στὰ χέρια τοῦ ἑκηβόλου Ἀπόλλωνος
ἀνὰ χρυσῷ σκήπτρῳ, καὶ παρακαλοῦσε πάντες τοὺς Ἀχαιούς,
τοὺς Ἀτρεΐδες δὲ περισσότερο τοὺς δύο, κοσμήτορες λαῶν. 375
τότε οἱ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
νὰ σεβασθοῦν τὸν ἱερέα καὶ τὰ λαμπρὰ νὰ δεχθοῦν λύτρα΄
ἀλλὰ στοῦ Ἀτρεΐδου Ἀγαμέμνονος δὲν ἄρεσε τὴν καρδιά,
ἀλλὰ κακῶς τὸν ἔδιωξεν, μὲ κρατερὸν δὲ μῦθον ἐτέλειωσε΄
χολωμένος δὲ ὁ γέρων πάλιν ἔφυγε΄ αὐτὸν δὲ ὁ Ἀπόλλων 380
προσευχόμενον ἤκουσεν, ἐπειδὴ πολὺ φίλος του ἦταν,
ἄφησε δὲ ἐπὶ τῶν Ἀργείων κακὸν βέλος΄ οἱ δὲ τώρα λαοὶ
ἔθνησκαν ὁ ἕνας μετὰ τὸν ἄλλον, τὰ δὲ τόξευε θεϊκὰ βέλη
παντοῦ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν΄ σ᾿ ἐμὰς δὲ μάντις
καλὸς γνώστης ἀγόρευε τὶς προφητεῖες τοῦ ἑκηβόλου. 385
ἀμέσως ἐγὼ πρῶτος κέλευα τὸν θεὸ νὰ ἐξιλεώσουμε΄
τὸν Ἀτρεΐδην δὲ ἔπειτα χόλος κατέλαβε, εὐθὺς δὲ ἀναστήθηκε
ἠπείλησεν μῦθον, ὁ δὴ τετελεσμένος εἶναι΄
γιατὶ αὐτὴν μὲν μαζὶ μὲ νῆα γρήγορη οἱ ἑλίκωπες Ἀχαιοὶ
εἰς τὸν Χρύσην πέμπουν, ἄγουν δὲ δῶρα στὸν ἄνακτα΄ 390
τὴν δὲ ἐκ νέου στὴν κλίνη μου ἔφεραν οἱ κήρυκες ἄγοντας
κόρην τοῦ Βρισέως, αὐτὴν σὲ μένα ποὺ δῶσαν οἱ γιοὶ τῶν Ἀχαιῶν.
ἀλλὰ σύ, ἂν δύνασαί γε, προστάτεψε τὸ παιδί σου΄
ἐλθοῦσα πρὸς τὸν Ὄλυμπον τὸν Δία παρακάλεσε, ἂν ποτὲ δὴ κάπως
ἢ μ᾿ ἔπος εὐχαρίστησες τὴν καρδιὰ τοῦ Διὸς ἢ καὶ μ᾿ ἔργο. 395
γιατὶ πολλάκις σὲ στοῦ πατρός μου μέσα στὰ μέγαρα ἄκουσα
νὰ καυχᾶσαι, ὅταν ἔλεγες ὅτι τὸν κελαινεφὴ Κρονίωνα
μόνη μέσα στοὺς ἀθανάτους τὸν παράλογον ὄλεθρον ἀμύνθηκες,
τότε ποὺ αὐτὸν νὰ δέσουν οἱ Ὀλύμπιοι ἤθελαν οἱ ἄλλοι,
ἡ Ἥρα καὶ ἐπίσης ὁ Ποσειδῶν καὶ ἡ Παλλὰς Ἀθηνά΄ 400
ἀλλὰ τόν γε ἐλθοῦσα, θεά, ἔλυσες ἀπ᾿ τὰ δεσμά,
ἀμέσως τὸν ἑκατόγχειρον καλῶντας εἰς τὸν μακρὸν Ὄλυμπον,
τὸν ὁποῖο Βριάρεων καλοῦν οἱ θεοί, οἱ ἄνδρες δέ τε πάντες
Αἰγαίωνα – γιατὶ αὐτὸς ἐξ ἄλλου στὴν βία ἀπ᾿ τὸν πατέρα του ἰσχυρότερος -
αὐτὸς τότε παρὰ τὸν Κρονίωνα κάθισεν γιὰ τὸ κῦδος του περηφανευόμενος΄ 405
αὐτὸν καὶ φοβήθηκαν οἱ μάκαρες θεοὶ καὶ δὲν τὸν ἔδεσαν.
τῶν τωρινῶν αὐτοῦ ὑπενθυμίζοντας κάθισε κοντά καὶ λάβε του τὰ γόνατα
μήπως καὶ θελήσει τοὺς Τρῶες νὰ βοηθήσει,
τοὺς δὲ στὶς πρύμνες τε καὶ γύρω ἀπ᾿ τὴν θάλασσα ν᾿ ἀποκλείσει Ἀχαιοὺς
σκοτώνοντάς τους, γιὰ νὰ ὅλοι ἀπολαύσουν τὴν κακότητα τοῦ βασιλέως, 410
νὰ γνωρίσει δὲ καὶ ὁ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
τὴν σύγχυσή του, ποὺ τόν τε ἄριστον τῶν Ἀχαιῶν οὐδὲν ἐτίμησεν.’’