Τετάρτη, 7 Ιουλίου 2010

Ραψωδία Α (326-344)

Ὣς εἰπὼν προΐει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλε΄
τὼ δ᾿ ἀέκοντε βάτην παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο,
Μυρμιδόνων δ᾿ ἐπὶ τε κλισίας καὶ νῆας ἱκέσθην.
τὸν δ᾿ εὗρον παρὰ τε κλισίῃ καὶ νηΐ μελαίνῃ
ἥμενον΄ οὐδ᾿ ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεύς. 330
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ᾿ ἐρέοντο΄
αὐτὰρ ἔγνω ἧσιν ἐνὶ φρεσὶ φώνησέν τε΄
"χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
ἆσσον ἴτ᾿΄ οὔ τί μοι ὔμμες ἐπαίτιοι, ἀλλ᾿ Ἀγαμέμνων, 335
σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
ἀλλ᾿ ἄγε, διογενὲς Πατρόκλεες, ἔξαγε κούρην
καί σφωϊν δὸς ἄγειν΄ τὼ δ᾿ αὐτὼ μάρτυροι ἔστων
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων,
καὶ πρός τοῦ βασιλῆος ἀπηνέος, εἴ ποτε δὴ αὖτε 340
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
τοῖς ἄλλοις΄ γὰρ γ᾿ ὀλοιῇσι φρεσὶ θύει,
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί."

Ἀπόδοση
Ἔτσι μιλῶντας τοὺς στέλνει, κρατερὸ δὲ μῦθο τελείωσε΄
αὐτοὶ δὲ ἀκούσια βάδισαν κοντὰ στὴν ἀκτὴ τῆς θάλασσας τῆς ἀπέραντης,
στῶν Μυρμιδόνων δὲ ἐπὶ τὶς κλίνες καὶ νῆες ἔφθασαν.
τὸν βρήκαν παρά τὴν κλίνη καὶ τὴν νῆα τὴν μέλαινα
καθήμενο΄ τότε οὔτε αὐτούς βλέποντας χάρηκε ὁ Ἀχιλλεύς. 330
αὐτοὶ μὲν αἰσθάνθηκαν φόβο καὶ αἰδὼ γιὰ τὸν βασιλιὰ
στάθηκαν, χωρὶς κάτι σ᾿ αὐτὸν νὰ προσφωνήσουν οὔτε νὰ ῥωτήσουν΄
ὅμως αὐτὸς γνώρισε τὶ εἶχαν στὶς φρένες καὶ φώναξε΄
‘’χαίρετε, κήρυκες, τοῦ Διὸς ἄγγελοι ἀλλὰ καὶ τῶν ἀνδρῶν,
πιὸ κοντὰ ἐλᾶτε΄ δὲν εἶστε σὲ μένα ἐσεῖς ὑπαίτιοι, ἀλλ᾿ὰ ὁ Ἀγαμέμνων, 335
ὁ ὁποῖος ἐσᾶς στέλνει ἕνεκα τῆς Βρισηΐδος κόρης.
ἀλλ᾿ ἔλα, διογενὲς Πάτροκλε, ἔξαγε τὴν κόρη
καὶ σ᾿ αὐτοὺς δώσε νὰ τὴν ἄγουν΄ αὐτοὶ δὲ σ᾿ αὐτὸ μάρτυρες νὰ εἶναι
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων,
καὶ πρὸς τοῦ βασιλέως τοῦ σκληροῦ, ἄν ποτε δὴ πάλι 340
ἀνάγκη δική μου ὑπάρξει ὰπ᾿ τὸν παράλογο ὄλεθρο νὰ προστατέψω
τοὺς ἄλλους΄ γιατὶ ἀλήθεια αὐτὸς ἀπόλλεσε τὶς φρένες του μαινόμενος,
οὐδὲ κάτι νὰ δεῖ γνωρίζει συνάμα πρόσσω καὶ ὀπίσω,
πῶς δίπλα στὶς νῆες σώοι νὰ μάχονται οἱ Ἀχαιοί."